17.715 τὸν δ’ ἠμείβετ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας ·
17.716 πάντα κατ’ αἶσαν ἔειπες ἀγακλεὲς Μενέλαε ·
17.717 ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ’ ὦκα
17.718 νεκρὸν ἀείραντες φέρετ’ ἐκ πόνου · αὐτὰρ ὄπισθε
17.719 νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ
17.720 ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι , οἳ τὸ πάρος περ
17.721 μίμνομεν ὀξὺν Ἄρηα παρ’ ἀλλήλοισι μένοντες .
17.722 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο
17.723 ὕψι μάλα μεγάλως · ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθε
17.724 Τρωϊκός , ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς .
17.725 ἴθυσαν δὲ κύνεσσιν ἐοικότες , οἵ τ’ ἐπὶ κάπρῳ
17.726 βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων ·
17.727 ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες ,
17.728 ἀλλ’ ὅτε δή ῥ’ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς ,
17.729 ἄψ τ’ ἀνεχώρησαν διά τ’ ἔτρεσαν ἄλλυδις ἄλλος .
17.730 ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
17.731 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν ·
17.732 ἀλλ’ ὅτε δή ῥ’ Αἴαντε μεταστρεφθέντε κατ’ αὐτοὺς
17.733 σταίησαν , τῶν δὲ τράπετο χρώς , οὐδέ τις ἔτλη
17.734 πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι .
17.735 ὣς οἵ γ’ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο
17.736 νῆας ἔπι γλαφυράς · ἐπὶ δὲ πτόλεμος τέτατό σφιν
17.737 ἄγριος ἠΰτε πῦρ , τό τ’ ἐπεσσύμενον πόλιν ἀνδρῶν
17.738 ὄρμενον ἐξαίφνης φλεγέθει , μινύθουσι δὲ οἶκοι
17.739 ἐν σέλαϊ μεγάλῳ · τὸ δ’ ἐπιβρέμει ἲς ἀνέμοιο .
17.740 ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων
17.741 ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν ·
17.742 οἳ δ’ ὥς θ’ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες
17.743 ἕλκωσ’ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν
17.744 δοκὸν ἠὲ δόρυ μέγα νήϊον · ἐν δέ τε θυμὸς
17.745 τείρεθ’ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν