17.653 μεγαθύμου Νέστορος υἱόν ,
17.654 ὄτρυνον δ’ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα
17.655 εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ ἑταῖρος .
17.656 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος ,
17.657 βῆ δ’ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο ,
17.658 ὅς τ’ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τ’ ἄνδρας τ’ ἐρεθίζων ,
17.659 οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
17.660 πάννυχοι ἐγρήσσοντες · δὲ κρειῶν ἐρατίζων
17.661 ἰθύει , ἀλλ’ οὔ τι πρήσσει · θαμέες γὰρ ἄκοντες
17.662 ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν ,
17.663 καιόμεναί τε δεταί , τάς τε τρεῖ ἐσσύμενός περ ·
17.664 ἠῶθεν δ’ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ ·
17.665 ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος
17.666 ἤϊε πόλλ’ ἀέκων · περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ
17.667 ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν .
17.668 πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσ’ ἐπέτελλεν ·
17.669 Αἴαντ’ Ἀργείων ἡγήτορε Μηριόνη τε
17.670 νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο
17.671 μνησάσθω · πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
17.672 ζωὸς ἐών · νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει .
17.673 ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος ,
17.674 πάντοσε παπταίνων ὥς τ’ αἰετός , ὅν ῥά τέ φασιν
17.675 ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν ,
17.676 ὅν τε καὶ ὑψόθ’ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ
17.677 θάμνῳ ὑπ’ ἀμφικόμῳ κατακείμενος , ἀλλά τ’ ἐπ’ αὐτῷ
17.678 ἔσσυτο , καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν .
17.679 ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ
17.680 πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων ,
17.681 εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο .
17.682 τὸν δὲ μάλ’ αἶψ’ ἐνόησε μάχης ἐπ’ ἀριστερὰ πάσης
17.683 θαρσύνονθ’ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι ,
17.684 ἀγχοῦ δ’ ἱστάμενος προσέφη ξανθὸς