17.624 Ἰδομενεὺς δ’ ἵμασεν καλλίτριχας ἵππους
17.625 νῆας ἔπι γλαφυράς · δὴ γὰρ δέος ἔμπεσε θυμῷ .
17.626 οὐδ’ ἔλαθ’ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον
17.627 Ζεύς , ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην .
17.628 τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας ·
17.629 πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι
17.630 γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει .
17.631 τῶν μὲν γὰρ πάντων βέλε’ ἅπτεται ὅς τις ἀφήῃ
17.632 κακὸς ἀγαθός · Ζεὺς δ’ ἔμπης πάντ’ ἰθύνει ·
17.633 ἡμῖν δ’ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε .
17.634 ἀλλ’ ἄγετ’ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην ,
17.635 ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν , ἠδὲ καὶ αὐτοὶ
17.636 χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες ,
17.637 οἵ που δεῦρ’ ὁρόωντες ἀκηχέδατ’ , οὐδ’ ἔτι φασὶν
17.638 Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους
17.639 σχήσεσθ’ , ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι .
17.640 εἴη δ’ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα
17.641 Πηλεΐδῃ , ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι
17.642 λυγρῆς ἀγγελίης , ὅτι οἱ φίλος ὤλεθ’ ἑταῖρος .
17.643 ἀλλ’ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν ·
17.644 ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι .
17.645 Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ’ ἠέρος υἷας Ἀχαιῶν ,
17.646 ποίησον δ’ αἴθρην , δὸς δ’ ὀφθαλμοῖσιν ἰδέσθαι ·
17.647 ἐν δὲ φάει καὶ ὄλεσσον , ἐπεί νύ τοι εὔαδεν οὕτως .
17.648 ὣς φάτο , τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα ·
17.649 αὐτίκα δ’ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην ,
17.650 ἠέλιος δ’ ἐπέλαμψε , μάχη δ’ ἐπὶ πᾶσα φαάνθη ·
17.651 καὶ τότ’ ἄρ’ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον ·
17.652 σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι
17.653 ζωὸν ἔτ’ Ἀντίλοχον