13.626 οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
13.627 μὰψ οἴχεσθ’ ἀνάγοντες , ἐπεὶ φιλέεσθε παρ’ αὐτῇ ·
13.628 νῦν αὖτ’ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
13.629 πῦρ ὀλοὸν βαλέειν , κτεῖναι δ’ ἥρωας Ἀχαιούς .
13.630 ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος .
13.631 Ζεῦ πάτερ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
13.632 ἀνδρῶν ἠδὲ θεῶν · σέο δ’ ἐκ τάδε πάντα πέλονται ·
13.633 οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
13.634 Τρωσίν , τῶν μένος αἰὲν ἀτάσθαλον , οὐδὲ δύνανται
13.635 φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο .
13.636 πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
13.637 μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο ,
13.638 τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι
13.639 πολέμου · Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν .
13.640 ὣς εἰπὼν τὰ μὲν ἔντε’ ἀπὸ χροὸς αἱματόεντα
13.641 συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων ,
13.642 αὐτὸς δ’ αὖτ’ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη .
13.643 ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
13.644 Ἁρπαλίων , ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
13.645 ἐς τροίην , οὐδ’ αὖτις ἀφίκετο πατρίδα γαῖαν ·
13.646 ὅς ῥα τότ’ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
13.647 ἐγγύθεν , οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
13.648 ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων
13.649 πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ .
13.650 Μηριόνης δ’ ἀπιόντος ἵει χαλκήρε’ ὀϊστόν ,
13.651 καί ῥ’ ἔβαλε γλουτὸν κάτα δεξιόν · αὐτὰρ ὀϊστὸς
13.652 ἀντικρὺ κατὰ κύστιν ὑπ’ ὀστέον ἐξεπέρησεν .
13.653 ἑζόμενος δὲ κατ’ αὖθι φίλων ἐν χερσὶν ἑταίρων
13.654 θυμὸν ἀποπνείων , ὥς τε σκώληξ ἐπὶ γαίῃ
13.655 κεῖτο ταθείς · ἐκ δ’ αἷμα μέλαν ῥέε , δεῦε δὲ γαῖαν .
13.656 τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο ,
13.657 ἐς δίφρον