13.657 δ’ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
13.658 ἀχνύμενοι · μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων ,
13.659 ποινὴ δ’ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος .
13.660 τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη ·
13.661 ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι ·
13.662 τοῦ γε χωόμενος προΐει χαλκήρε’ ὀϊστόν .
13.663 ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
13.664 ἀφνειός τ’ ἀγαθός τε Κορινθόθι οἰκία ναίων ,
13.665 ὅς ῥ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε ·
13.666 πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
13.667 νούσῳ ὑπ’ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν ,
13.668 μετ’ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι ·
13.669 τώ ῥ’ ἅμα τ’ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
13.670 νοῦσόν τε στυγερήν , ἵνα μὴ πάθοι ἄλγεα θυμῷ .
13.671 τὸν βάλ’ ὑπὸ γναθμοῖο . καὶ οὔατος · ὦκα δὲ θυμὸς
13.672 ᾤχετ’ ἀπὸ μελέων , στυγερὸς δ’ ἄρα μιν σκότος εἷλεν .
13.673 ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο ·
13.674 Ἕκτωρ δ’ οὐκ ἐπέπυστο Διῒ φίλος , οὐδέ τι ᾔδη
13.675 ὅττί ῥά οἱ νηῶν ἐπ’ ἀριστερὰ δηϊόωντο
13.676 λαοὶ ὑπ’ Ἀργείων . τάχα δ’ ἂν καὶ κῦδος Ἀχαιῶν
13.677 ἔπλετο · τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
13.678 ὄτρυν’ Ἀργείους , πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν ·
13.679 ἀλλ’ ἔχεν τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
13.680 ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων ,
13.681 ἔνθ’ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
13.682 θῖν’ ἔφ’ ἁλὸς πολιῆς εἰρυμέναι · αὐτὰρ ὕπερθε
13.683 τεῖχος ἐδέδμητο χθαμαλώτατον , ἔνθα μάλιστα
13.684 ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι .
13.685 ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
13.686 Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
13.687 σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον , οὐδὲ δύναντο
13.688 ὦσαι