13.595 διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος .
13.596 ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων
13.597 χεῖρα παρακρεμάσας · τὸ δ’ ἐφέλκετο μείλινον ἔγχος .
13.598 καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ ,
13.599 αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
13.600 σφενδόνῃ , ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν .
13.601 Πείσανδρος δ’ ἰθὺς Μενελάου κυδαλίμοιο
13.602 ἤϊε · τὸν δ’ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
13.603 σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι .
13.604 οἳ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες
13.605 Ἀτρεΐδης μὲν ἅμαρτε , παραὶ δέ οἱ ἐτράπετ’ ἔγχος ,
13.606 Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
13.607 οὔτασεν , οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι ·
13.608 ἔσχεθε γὰρ σάκος εὐρύ , κατεκλάσθη δ’ ἐνὶ καυλῷ
13.609 ἔγχος · δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην .
13.610 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
13.611 ἆλτ’ ἐπὶ Πεισάνδρῳ · δ’ ὑπ’ ἀσπίδος εἵλετο καλὴν
13.612 ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
13.613 μακρῷ ἐϋξέστῳ · ἅμα δ’ ἀλλήλων ἐφίκοντο .
13.614 ἤτοι μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
13.615 ἄκρον ὑπὸ λόφον αὐτόν , δὲ προσιόντα μέτωπον
13.616 ῥινὸς ὕπερ πυμάτης · λάκε δ’ ὀστέα , τὼ δέ οἱ ὄσσε
13.617 πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν ,
13.618 ἰδνώθη δὲ πεσών · δὲ λὰξ ἐν στήθεσι βαίνων
13.619 τεύχεά τ’ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα ·
13.620 λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
13.621 Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς ,
13.622 ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
13.623 ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες , οὐδέ τι θυμῷ
13.624 Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
13.625 ξεινίου , ὅς τέ ποτ’ ὔμμι διαφθέρσει πόλιν αἰπήν ·