11.557 ἤϊε πόλλ’ ἀέκων · περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν .
11.558 ὡς δ’ ὅτ’ ὄνος παρ’ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
11.559 νωθής , δὴ πολλὰ περὶ ῥόπαλ’ ἀμφὶς ἐάγῃ ,
11.560 κείρει τ’ εἰσελθὼν βαθὺ λήϊον · οἳ δέ τε παῖδες
11.561 τύπτουσιν ῥοπάλοισι · βίη δέ τε νηπίη αὐτῶν ·
11.562 σπουδῇ τ’ ἐξήλασσαν , ἐπεί τ’ ἐκορέσσατο φορβῆς ·
11.563 ὣς τότ’ ἔπειτ’ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
11.564 Τρῶες ὑπέρθυμοι πολυηγερέες τ’ ἐπίκουροι
11.565 νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο .
11.566 Αἴας δ’ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς
11.567 αὖτις ὑποστρεφθείς , καὶ ἐρητύσασκε φάλαγγας
11.568 Τρώων ἱπποδάμων · ὁτὲ δὲ τρωπάσκετο φεύγειν .
11.569 πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν ,
11.570 αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ
11.571 ἱστάμενος · τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
11.572 ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω ,
11.573 πολλὰ δὲ καὶ μεσσηγύ , πάρος χρόα λευκὸν ἐπαυρεῖν ,
11.574 ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι .
11.575 τὸν δ’ ὡς οὖν ἐνόησ’ Εὐαίμονος ἀγλαὸς υἱὸς
11.576 Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι ,
11.577 στῆ ῥα παρ’ αὐτὸν ἰών , καὶ ἀκόντισε δουρὶ φαεινῷ ,
11.578 καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν
11.579 ἧπαρ ὑπὸ πραπίδων , εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσεν ·
11.580 Εὐρύπυλος δ’ ἐπόρουσε καὶ αἴνυτο τεύχε’ ἀπ’ ὤμων .
11.581 τὸν δ’ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
11.582 τεύχε’ ἀπαινύμενον Ἀπισάονος , αὐτίκα τόξον
11.583 ἕλκετ’ ἐπ’ Εὐρυπύλῳ , καί μιν βάλε μηρὸν ὀϊστῷ
11.584 δεξιόν · ἐκλάσθη δὲ δόναξ , ἐβάρυνε δὲ μηρόν .
11.585 ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων ,
11.586 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς ·
11.587 φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
11.588 στῆτ’ ἐλελιχθέντες