11.588 καὶ ἀμύνετε νηλεὲς ἦμαρ
11.589 Αἴανθ’ , ὃς βελέεσσι βιάζεται , οὐδέ φημι
11.590 φεύξεσθ’ ἐκ πολέμοιο δυσηχέος · ἀλλὰ μάλ’ ἄντην
11.591 ἵστασθ’ ἀμφ’ Αἴαντα μέγαν Τελαμώνιον υἱόν .
11.592 ὣς ἔφατ’ Εὐρύπυλος βεβλημένος · οἳ δὲ παρ’ αὐτὸν
11.593 πλησίοι ἔστησαν σάκε’ ὤμοισι κλίναντες
11.594 δούρατ’ ἀνασχόμενοι · τῶν δ’ ἀντίος ἤλυθεν Αἴας .
11.595 στῆ δὲ μεταστρεφθείς , ἐπεὶ ἵκετο ἔθνος ἑταίρων .
11.596 ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο ·
11.597 Νέστορα δ’ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
11.598 ἱδρῶσαι , ἦγον δὲ Μαχάονα ποιμένα λαῶν .
11.599 τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς ·
11.600 ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ
11.601 εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν .
11.602 αἶψα δ’ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε
11.603 φθεγξάμενος παρὰ νηός · δὲ κλισίηθεν ἀκούσας
11.604 ἔκμολεν ἶσος Ἄρηϊ , κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή .
11.605 τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός ·
11.606 τίπτέ με κικλήσκεις Ἀχιλεῦ ; τί δέ σε χρεὼ ἐμεῖο ;
11.607 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
11.608 δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ
11.609 νῦν ὀΐω περὶ γούνατ’ ἐμὰ στήσεσθαι Ἀχαιοὺς
11.610 λισσομένους · χρειὼ γὰρ ἱκάνεται οὐκέτ’ ἀνεκτός .
11.611 ἀλλ’ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ’ ἔρειο
11.612 ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο ·
11.613 ἤτοι μὲν τά γ’ ὄπισθε Μαχάονι πάντα ἔοικε
11.614 τῷ Ἀσκληπιάδῃ , ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός ·
11.615 ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι .
11.616 ὣς φάτο , Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ ,
11.617 βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν .
11.618 οἳ δ’ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο ,
11.619 αὐτοὶ μέν ῥ’ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν