11.524 δὲ δὴ ἄλλοι
11.525 Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί .
11.526 Αἴας δὲ κλονέει Τελαμώνιος · εὖ δέ μιν ἔγνων ·
11.527 εὐρὺ γὰρ ἀμφ’ ὤμοισιν ἔχει σάκος · ἀλλὰ καὶ ἡμεῖς
11.528 κεῖσ’ ἵππους τε καὶ ἅρμ’ ἰθύνομεν , ἔνθα μάλιστα
11.529 ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
11.530 ἀλλήλους ὀλέκουσι , βοὴ δ’ ἄσβεστος ὄρωρεν .
11.531 ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
11.532 μάστιγι λιγυρῇ · τοὶ δὲ πληγῆς ἀΐοντες
11.533 ῥίμφ’ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
11.534 στείβοντες νέκυάς τε καὶ ἀσπίδας · αἵματι δ’ ἄξων
11.535 νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον ,
11.536 ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
11.537 αἵ τ’ ἀπ’ ἐπισσώτρων . δὲ ἵετο δῦναι ὅμιλον
11.538 ἀνδρόμεον ῥῆξαί τε μετάλμενος · ἐν δὲ κυδοιμὸν
11.539 ἧκε κακὸν Δαναοῖσι , μίνυνθα δὲ χάζετο δουρός .
11.540 αὐτὰρ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
11.541 ἔγχεΐ τ’ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν ,
11.542 Αἴαντος δ’ ἀλέεινε μάχην Τελαμωνιάδαο .
11.544 Ζεὺς δὲ πατὴρ Αἴανθ’ ὑψίζυγος ἐν φόβον ὦρσε ·
11.545 στῆ δὲ ταφών , ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον ,
11.546 τρέσσε δὲ παπτήνας ἐφ’ ὁμίλου θηρὶ ἐοικὼς
11.547 ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων .
11.548 ὡς δ’ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο
11.549 ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται ,
11.550 οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
11.551 πάννυχοι ἐγρήσσοντες · δὲ κρειῶν ἐρατίζων
11.552 ἰθύει , ἀλλ’ οὔ τι πρήσσει · θαμέες γὰρ ἄκοντες
11.553 ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
11.554 καιόμεναί τε δεταί , τάς τε τρεῖ ἐσσύμενός περ ·
11.555 ἠῶθεν δ’ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ ·
11.556 ὣς Αἴας τότ’ ἀπὸ Τρώων τετιημένος ἦτορ