10.303 μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
10.304 δώρῳ ἔπι μεγάλῳ ; μισθὸς δέ οἱ ἄρκιος ἔσται .
10.305 δώσω γὰρ δίφρόν τε δύω τ’ ἐριαύχενας ἵππους
10.306 οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν
10.307 ὅς τίς κε τλαίη , οἷ τ’ αὐτῷ κῦδος ἄροιτο ,
10.308 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν , ἔκ τε πυθέσθαι
10.309 ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ ,
10.310 ἤδη χείρεσσιν ὑφ’ ἡμετέρῃσι δαμέντες
10.311 φύξιν βουλεύουσι μετὰ σφίσιν , οὐδ’ ἐθέλουσι
10.312 νύκτα φυλασσέμεναι , καμάτῳ ἀδηκότες αἰνῷ .
10.313 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ .
10.314 ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
10.315 κήρυκος θείοιο πολύχρυσος πολύχαλκος ,
10.316 ὃς δή τοι εἶδος μὲν ἔην κακός , ἀλλὰ ποδώκης ·
10.317 αὐτὰρ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν .
10.318 ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν ·
10.319 Ἕκτορ ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
10.320 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι .
10.321 ἀλλ’ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο , καί μοι ὄμοσσον
10.322 μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ
10.323 δωσέμεν , οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα ,
10.324 σοὶ δ’ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ’ ἀπὸ δόξης ·
10.325 τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρ’ ἂν ἵκωμαι
10.326 νῆ’ Ἀγαμεμνονέην , ὅθι που μέλλουσιν ἄριστοι
10.327 βουλὰς βουλεύειν φευγέμεν ἠὲ μάχεσθαι .
10.328 ὣς φάθ’ , δ’ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν ·
10.329 ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης
10.330 μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
10.331 Τρώων , ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι .
10.332 ὣς φάτο καί ῥ’ ἐπίορκον ἐπώμοσε , τὸν