10.332 δ’ ὀρόθυνεν ·
10.333 αὐτίκα δ’ ἀμφ’ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα ,
10.334 ἕσσατο δ’ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο ,
10.335 κρατὶ δ’ ἐπὶ κτιδέην κυνέην , ἕλε δ’ ὀξὺν ἄκοντα ,
10.336 βῆ δ’ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ · οὐδ’ ἄρ’ ἔμελλεν
10.337 ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν .
10.338 ἀλλ’ ὅτε δή ῥ’ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ’ ὅμιλον ,
10.339 βῆ ῥ’ ἀν’ ὁδὸν μεμαώς · τὸν δὲ φράσατο προσιόντα
10.340 διογενὴς Ὀδυσεύς , Διομήδεα δὲ προσέειπεν ·
10.341 οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ ,
10.342 οὐκ οἶδ’ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν ,
10.343 τινα συλήσων νεκύων κατατεθνηώτων .
10.344 ἀλλ’ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
10.345 τυτθόν · ἔπειτα δέ κ’ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
10.346 καρπαλίμως · εἰ δ’ ἄμμε παραφθαίησι πόδεσσιν ,
10.347 αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν
10.348 ἔγχει ἐπαΐσσων , μή πως προτὶ ἄστυ ἀλύξῃ .
10.349 ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
10.350 κλινθήτην · δ’ ἄρ’ ὦκα παρέδραμεν ἀφραδίῃσιν .
10.351 ἀλλ’ ὅτε δή ῥ’ ἀπέην ὅσσόν τ’ ἐπὶ οὖρα πέλονται
10.352 ἡμιόνων · αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
10.353 ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον ·
10.354 τὼ μὲν ἐπεδραμέτην , δ’ ἄρ’ ἔστη δοῦπον ἀκούσας .
10.355 ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
10.356 ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος .
10.357 ἀλλ’ ὅτε δή ῥ’ ἄπεσαν δουρηνεκὲς καὶ ἔλασσον ,
10.358 γνῶ ῥ’ ἄνδρας δηΐους , λαιψηρὰ δὲ γούνατ’ ἐνώμα
10.359 φευγέμεναι · τοὶ δ’ αἶψα διώκειν ὁρμήθησαν .
10.360 ὡς δ’ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
10.361 κεμάδ’ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
10.362 χῶρον ἀν’ ὑλήενθ’ , δέ τε προθέῃσι μεμηκώς