10.274 δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
10.275 Παλλὰς Ἀθηναίη · τοὶ δ’ οὐκ ἴδον ὀφθαλμοῖσι
10.276 νύκτα δι’ ὀρφναίην , ἀλλὰ κλάγξαντος ἄκουσαν .
10.277 χαῖρε δὲ τῷ ὄρνιθ’ Ὀδυσεύς , ἠρᾶτο δ’ Ἀθήνῃ ·
10.278 κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος , τέ μοι αἰεὶ
10.279 ἐν πάντεσσι πόνοισι παρίστασαι , οὐδέ σε λήθω
10.280 κινύμενος · νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη ,
10.281 δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι
10.282 ῥέξαντας μέγα ἔργον , κε Τρώεσσι μελήσῃ .
10.283 δεύτερος αὖτ’ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης ·
10.284 κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη ·
10.285 σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ’ ἕσπεο Τυδέϊ δίῳ
10.286 ἐς Θήβας , ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει .
10.287 τοὺς δ’ ἄρ’ ἐπ’ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς ,
10.288 αὐτὰρ μειλίχιον μῦθον φέρε Καδμείοισι
10.289 κεῖσ’ · ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
10.290 σὺν σοὶ δῖα θεά , ὅτε οἱ πρόφρασσα παρέστης .
10.291 ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε .
10.292 σοὶ δ’ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
10.293 ἀδμήτην , ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ ·
10.294 τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας .
10.295 ὣς ἔφαν εὐχόμενοι , τῶν δ’ ἔκλυε Παλλὰς Ἀθήνη .
10.296 οἳ δ’ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο ,
10.297 βάν ῥ’ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
10.298 ἂμ φόνον , ἂν νέκυας , διά τ’ ἔντεα καὶ μέλαν αἷμα .
10.299 οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
10.300 εὕδειν , ἀλλ’ ἄμυδις κικλήσκετο πάντας ἀρίστους ,
10.301 ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες ·
10.302 τοὺς γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν ·
10.303 τίς κέν