9.588 δ’ ἐπὶ πύργων
9.589 βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ .
9.590 καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
9.591 λίσσετ’ ὀδυρομένη , καί οἱ κατέλεξεν ἅπαντα
9.592 κήδε’ , ὅσ’ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ ·
9.593 ἄνδρας μὲν κτείνουσι , πόλιν δέ τε πῦρ ἀμαθύνει ,
9.594 τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας .
9.595 τοῦ δ’ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα ,
9.596 βῆ δ’ ἰέναι , χροῒ δ’ ἔντε’ ἐδύσετο παμφανόωντα .
9.597 ὣς μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
9.598 εἴξας θυμῷ · τῷ δ’ οὐκέτι δῶρα τέλεσσαν
9.599 πολλά τε καὶ χαρίεντα , κακὸν δ’ ἤμυνε καὶ αὔτως .
9.600 ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί , μὴ δέ σε δαίμων
9.601 ἐνταῦθα τρέψειε φίλος · κάκιον δέ κεν εἴη
9.602 νηυσὶν καιομένῃσιν ἀμυνέμεν · ἀλλ’ ἐπὶ δώρων
9.603 ἔρχεο · ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί .
9.604 εἰ δέ κ’ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς
9.605 οὐκέθ’ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών .
9.606 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
9.607 Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
9.608 χρεὼ τιμῆς · φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ ,
9.609 μ’ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς κ’ ἀϋτμὴ
9.610 ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ’ ὀρώρῃ .
9.611 ἄλλο δέ τοι ἐρέω , σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι ·
9.612 μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων
9.613 Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν · οὐδέ τί σε χρὴ
9.614 τὸν φιλέειν , ἵνα μή μοι ἀπέχθηαι φιλέοντι .
9.615 καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ’ ἐμὲ κήδῃ ·
9.616 ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς .
9.617 οὗτοι δ’