9.617 ἀγγελέουσι , σὺ δ’ αὐτόθι λέξεο μίμνων
9.618 εὐνῇ ἔνι μαλακῇ · ἅμα δ’ ἠοῖ φαινομένηφι
9.619 φρασσόμεθ’ κε νεώμεθ’ ἐφ’ ἡμέτερ’ κε μένωμεν .
9.620 καὶ Πατρόκλῳ γ’ ἐπ’ ὀφρύσι νεῦσε σιωπῇ
9.621 Φοίνικι στορέσαι πυκινὸν λέχος , ὄφρα τάχιστα
9.622 ἐκ κλισίης νόστοιο μεδοίατο · τοῖσι δ’ ἄρ’ Αἴας
9.623 ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε ·
9.624 διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ
9.625 ἴομεν · οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
9.626 τῇδέ γ’ ὁδῷ κρανέεσθαι · ἀπαγγεῖλαι δὲ τάχιστα
9.627 χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα
9.628 οἵ που νῦν ἕαται ποτιδέγμενοι . αὐτάρ Ἀχιλλεὺς
9.629 ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν
9.630 σχέτλιος , οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων
9.631 τῆς μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων
9.632 νηλής · καὶ μέν τίς τε κασιγνήτοιο φονῆος
9.633 ποινὴν οὗ παιδὸς ἐδέξατο τεθνηῶτος ·
9.634 καί ῥ’ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ’ ἀποτίσας ,
9.635 τοῦ δέ τ’ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
9.636 ποινὴν δεξαμένῳ · σοὶ δ’ ἄληκτόν τε κακόν τε
9.637 θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
9.638 οἴης · νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ’ ἀρίστας ,
9.639 ἄλλά τε πόλλ’ ἐπὶ τῇσι · σὺ δ’ ἵλαον ἔνθεο θυμόν ,
9.640 αἴδεσσαι δὲ μέλαθρον · ὑπωρόφιοι δέ τοί εἰμεν
9.641 πληθύος ἐκ Δαναῶν , μέμαμεν δέ τοι ἔξοχον ἄλλων
9.642 κήδιστοί τ’ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί .
9.643 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
9.644 Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
9.645 πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι ·
9.646 ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων
9.647 μνήσομαι ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
9.648 Ἀτρεΐδης ὡς εἴ τιν’ ἀτίμητον μετανάστην