8.523 ὡς ἀγορεύω ·
8.524 μῦθος δ’ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω ,
8.525 τὸν δ’ ἠοῦς Τρώεσσι μεθ’ ἱπποδάμοις ἀγορεύσω .
8.526 ἔλπομαι εὐχόμενος Διί τ’ ἄλλοισίν τε θεοῖσιν
8.527 ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους ,
8.528 οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν .
8.529 ἀλλ’ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς ,
8.530 πρῶϊ δ’ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
8.531 νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα .
8.532 εἴσομαι εἴ κέ μ’ Τυδεΐδης κρατερὸς Διομήδης
8.533 πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται , κεν ἐγὼ τὸν
8.534 χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι .
8.535 αὔριον ἣν ἀρετὴν διαείσεται , εἴ κ’ ἐμὸν ἔγχος
8.536 μείνῃ ἐπερχόμενον · ἀλλ’ ἐν πρώτοισιν ὀΐω
8.537 κείσεται οὐτηθείς , πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι
8.538 ἠελίου ἀνιόντος ἐς αὔριον · εἰ γὰρ ἐγὼν ὣς
8.539 εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα ,
8.540 τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων ,
8.541 ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν .
8.542 ὣς Ἕκτωρ ἀγόρευ’ , ἐπὶ δὲ Τρῶες κελάδησαν .
8.543 οἳ δ’ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας ,
8.544 δῆσαν δ’ ἱμάντεσσι παρ’ ἅρμασιν οἷσιν ἕκαστος ·
8.545 ἐκ πόλιος δ’ ἄξοντο βόας καὶ ἴφια μῆλα
8.546 καρπαλίμως , οἶνον δὲ μελίφρονα οἰνίζοντο ,
8.547 σῖτόν τ’ ἐκ μεγάρων , ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο .
8.549 κνίσην δ’ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω .
8.553 οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας
8.554 εἴατο παννύχιοι , πυρὰ δέ σφισι καίετο πολλά .
8.555 ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
8.556 φαίνετ’ ἀριπρεπέα , ὅτε τ’ ἔπλετο νήνεμος αἰθήρ ·
8.557 ἔκ τ’ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
8.558 καὶ νάπαι · οὐρανόθεν δ’ ἄρ’ ὑπερράγη