8.491 δὴ νεκύων διεφαίνετο χῶρος .
8.492 ἐξ ἵππων δ’ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον
8.493 τόν ῥ’ Ἕκτωρ ἀγόρευε Διῒ φίλος · ἐν δ’ ἄρα χειρὶ
8.494 ἔγχος ἔχ’ ἑνδεκάπηχυ · πάροιθε δὲ λάμπετο δουρὸς
8.495 αἰχμὴ χαλκείη , περὶ δὲ χρύσεος θέε πόρκης ,
8.496 τῷ γ’ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα ·
8.497 κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ’ ἐπίκουροι ·
8.498 νῦν ἐφάμην νῆάς τ’ ὀλέσας καὶ πάντας Ἀχαιοὺς
8.499 ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν ·
8.500 ἀλλὰ πρὶν κνέφας ἦλθε , τὸ νῦν ἐσάωσε μάλιστα
8.501 Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης .
8.502 ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
8.503 δόρπά τ’ ἐφοπλισόμεσθα · ἀτὰρ καλλίτριχας ἵππους
8.504 λύσαθ’ ὑπὲξ ὀχέων , παρὰ δέ σφισι βάλλετ’ ἐδωδήν ·
8.505 ἐκ πόλιος δ’ ἄξεσθε βόας καὶ ἴφια μῆλα
8.506 καρπαλίμως , οἶνον δὲ μελίφρονα οἰνίζεσθε
8.507 σῖτόν τ’ ἐκ μεγάρων , ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε ,
8.508 ὥς κεν παννύχιοι μέσφ’ ἠοῦς ἠριγενείης
8.509 καίωμεν πυρὰ πολλά , σέλας δ’ εἰς οὐρανὸν ἵκῃ ,
8.510 μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ
8.511 φεύγειν ὁρμήσωνται ἐπ’ εὐρέα νῶτα θαλάσσης .
8.512 μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι ,
8.513 ἀλλ’ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ
8.514 βλήμενος ἰῷ ἔγχεϊ ὀξυόεντι
8.515 νηὸς ἐπιθρῴσκων , ἵνα τις στυγέῃσι καὶ ἄλλος
8.516 Τρωσὶν ἐφ’ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα .
8.517 κήρυκες δ’ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων
8.518 παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας
8.519 λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων ·
8.520 θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη
8.521 πῦρ μέγα καιόντων · φυλακὴ δέ τις ἔμπεδος ἔστω
8.522 μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων .
8.523 ὧδ’ ἔστω Τρῶες μεγαλήτορες