8.558 ἄσπετος αἰθήρ ,
8.559 πάντα δὲ εἴδεται ἄστρα , γέγηθε δέ τε φρένα ποιμήν ·
8.560 τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων
8.561 Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό .
8.562 χίλι’ ἄρ’ ἐν πεδίῳ πυρὰ καίετο , πὰρ δὲ ἑκάστῳ
8.563 εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο .
8.564 ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
8.565 ἑσταότες παρ’ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον .