6.470 ἀκροτάτης κόρυθος νεύοντα νοήσας .
6.471 ἐκ δ’ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ ·
6.472 αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ ,
6.473 καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν ·
6.474 αὐτὰρ γ’ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
6.475 εἶπε δ’ ἐπευξάμενος Διί τ’ ἄλλοισίν τε θεοῖσι ·
6.476 Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
6.477 παῖδ’ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν ,
6.478 ὧδε βίην τ’ ἀγαθόν , καὶ Ἰλίου ἶφι ἀνάσσειν ·
6.479 καί ποτέ τις εἴποι πατρός γ’ ὅδε πολλὸν ἀμείνων
6.480 ἐκ πολέμου ἀνιόντα · φέροι δ’ ἔναρα βροτόεντα
6.481 κτείνας δήϊον ἄνδρα , χαρείη δὲ φρένα μήτηρ .
6.482 ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
6.483 παῖδ’ ἑόν · δ’ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
6.484 δακρυόεν γελάσασα · πόσις δ’ ἐλέησε νοήσας ,
6.485 χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε ·
6.486 δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ ·
6.487 οὐ γάρ τίς μ’ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει ·
6.488 μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν ,
6.489 οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν , ἐπὴν τὰ πρῶτα γένηται .
6.490 ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σ’ αὐτῆς ἔργα κόμιζε
6.491 ἱστόν τ’ ἠλακάτην τε , καὶ ἀμφιπόλοισι κέλευε
6.492 ἔργον ἐποίχεσθαι · πόλεμος δ’ ἄνδρεσσι μελήσει
6.493 πᾶσι , μάλιστα δ’ ἐμοί , τοὶ Ἰλίῳ ἐγγεγάασιν .
6.494 ὣς ἄρα φωνήσας κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ
6.495 ἵππουριν · ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
6.496 ἐντροπαλιζομένη , θαλερὸν κατὰ δάκρυ χέουσα .
6.497 αἶψα δ’ ἔπειθ’ ἵκανε δόμους εὖ ναιετάοντας
6.498 Ἕκτορος ἀνδροφόνοιο , κιχήσατο δ’ ἔνδοθι πολλὰς
6.499 ἀμφιπόλους