6.499 , τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν .
6.500 αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ἐνὶ οἴκῳ ·
6.501 οὐ γάρ μιν ἔτ’ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
6.502 ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν .
6.503 οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν ,
6.504 ἀλλ’ γ’ , ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ ,
6.505 σεύατ’ ἔπειτ’ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς .
6.506 ὡς δ’ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
6.507 δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
6.508 εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
6.509 κυδιόων · ὑψοῦ δὲ κάρη ἔχει , ἀμφὶ δὲ χαῖται
6.510 ὤμοις ἀΐσσονται · δ’ ἀγλαΐηφι πεποιθὼς
6.511 ῥίμφά γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵππων ·
6.512 ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
6.513 τεύχεσι παμφαίνων ὥς τ’ ἠλέκτωρ ἐβεβήκει
6.514 καγχαλόων , ταχέες δὲ πόδες φέρον · αἶψα δ’ ἔπειτα
6.515 Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτ’ ἄρ’ ἔμελλε
6.516 στρέψεσθ’ ἐκ χώρης ὅθι ὀάριζε γυναικί .
6.517 τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής ·
6.518 ἠθεῖ’ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
6.519 δηθύνων , οὐδ’ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες ;
6.520 τὸν δ’ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ ·
6.521 δαιμόνι’ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
6.522 ἔργον ἀτιμήσειε μάχης , ἐπεὶ ἄλκιμός ἐσσι ·
6.523 ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις · τὸ δ’ ἐμὸν κῆρ
6.524 ἄχνυται ἐν θυμῷ , ὅθ’ ὑπὲρ σέθεν αἴσχε’ ἀκούω
6.525 πρὸς Τρώων , οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο .
6.526 ἀλλ’ ἴομεν · τὰ δ’ ὄπισθεν ἀρεσσόμεθ’ , αἴ κέ ποθι Ζεὺς
6.527 δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
6.528 κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
6.529 ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς .