6.439 νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει .
6.440 τὴν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ ·
6.441 καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι · ἀλλὰ μάλ’ αἰνῶς
6.442 αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους ,
6.443 αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο ·
6.444 οὐδέ με θυμὸς ἄνωγεν , ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
6.445 αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
6.446 ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ’ ἐμὸν αὐτοῦ .
6.447 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν ·
6.448 ἔσσεται ἦμαρ ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴ
6.449 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο .
6.450 ἀλλ’ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω ,
6.451 οὔτ’ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
6.452 οὔτε κασιγνήτων , οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
6.453 ἐν κονίῃσι πέσοιεν ὑπ’ ἀνδράσι δυσμενέεσσιν ,
6.454 ὅσσον σεῦ , ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
6.455 δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας ·
6.456 καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις ,
6.457 καί κεν ὕδωρ φορέοις Μεσσηΐδος Ὑπερείης
6.458 πόλλ’ ἀεκαζομένη , κρατερὴ δ’ ἐπικείσετ’ ἀνάγκη ·
6.459 καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν ·
6.460 Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
6.461 Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο .
6.462 ὥς ποτέ τις ἐρέει · σοὶ δ’ αὖ νέον ἔσσεται ἄλγος
6.463 χήτεϊ τοιοῦδ’ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ .
6.464 ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
6.465 πρίν γέ τι σῆς τε βοῆς σοῦ θ’ ἑλκηθμοῖο πυθέσθαι .
6.466 ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ ·
6.467 ἂψ δ’ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
6.468 ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
6.469 ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην ,
6.470 δεινὸν ἀπ’