6.346 θύελλα
6.347 εἰς ὄρος εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης ,
6.348 ἔνθά με κῦμ’ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι .
6.349 αὐτὰρ ἐπεὶ τάδε γ’ ὧδε θεοὶ κακὰ τεκμήραντο ,
6.350 ἀνδρὸς ἔπειτ’ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις ,
6.351 ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ’ ἀνθρώπων .
6.352 τούτῳ δ’ οὔτ’ ἂρ νῦν φρένες ἔμπεδοι οὔτ’ ἄρ’ ὀπίσσω
6.353 ἔσσονται · τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω .
6.354 ἀλλ’ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ’ ἐπὶ δίφρῳ
6.355 δᾶερ , ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
6.356 εἵνεκ’ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ’ ἄτης ,
6.357 οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον , ὡς καὶ ὀπίσσω
6.358 ἀνθρώποισι πελώμεθ’ ἀοίδιμοι ἐσσομένοισι .
6.359 τὴν δ’ ἠμείβετ’ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
6.360 μή με κάθιζ’ Ἑλένη φιλέουσά περ · οὐδέ με πείσεις ·
6.361 ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ’ ἐπαμύνω
6.362 Τρώεσσ’ , οἳ μέγ’ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν .
6.363 ἀλλὰ σύ γ’ ὄρνυθι τοῦτον , ἐπειγέσθω δὲ καὶ αὐτός ,
6.364 ὥς κεν ἔμ’ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα .
6.365 καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι
6.366 οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν .
6.367 οὐ γὰρ οἶδ’ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις ,
6.368 ἤδη μ’ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν .
6.369 ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ ·
6.370 αἶψα δ’ ἔπειθ’ ἵκανε δόμους εὖ ναιετάοντας ,
6.371 οὐδ’ εὗρ’ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν ,
6.372 ἀλλ’ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
6.373 πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε .
6.374 Ἕκτωρ δ’ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
6.375 ἔστη ἐπ’ οὐδὸν ἰών , μετὰ δὲ δμῳῇσιν ἔειπεν ·
6.376 εἰ δ’ ἄγε μοι δμῳαὶ νημερτέα