6.317 .
6.318 ἔνθ’ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος , ἐν δ’ ἄρα χειρὶ
6.319 ἔγχος ἔχ’ ἑνδεκάπηχυ · πάροιθε δὲ λάμπετο δουρὸς
6.320 αἰχμὴ χαλκείη , περὶ δὲ χρύσεος θέε πόρκης .
6.321 τὸν δ’ εὗρ’ ἐν θαλάμῳ περικαλλέα τεύχε’ ἕποντα
6.322 ἀσπίδα καὶ θώρηκα , καὶ ἀγκύλα τόξ’ ἁφόωντα ·
6.323 Ἀργείη δ’ Ἑλένη μετ’ ἄρα δμῳῇσι γυναιξὶν
6.324 ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε .
6.325 τὸν δ’ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι ·
6.326 δαιμόνι’ οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο θυμῷ ,
6.327 λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
6.328 μαρνάμενοι · σέο δ’ εἵνεκ’ ἀϋτή τε πτόλεμός τε
6.329 ἄστυ τόδ’ ἀμφιδέδηε · σὺ δ’ ἂν μαχέσαιο καὶ ἄλλῳ ,
6.330 ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο .
6.331 ἀλλ’ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται .
6.332 τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής ·
6.333 Ἕκτορ ἐπεί με κατ’ αἶσαν ἐνείκεσας οὐδ’ ὑπὲρ αἶσαν ,
6.334 τοὔνεκά τοι ἐρέω · σὺ δὲ σύνθεο καί μευ ἄκουσον ·
6.335 οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι
6.336 ἥμην ἐν θαλάμῳ , ἔθελον δ’ ἄχεϊ προτραπέσθαι .
6.337 νῦν δέ με παρειποῦσ’ ἄλοχος μαλακοῖς ἐπέεσσιν
6.338 ὅρμησ’ ἐς πόλεμον · δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
6.339 λώϊον ἔσσεσθαι · νίκη δ’ ἐπαμείβεται ἄνδρας .
6.340 ἀλλ’ ἄγε νῦν ἐπίμεινον , Ἀρήϊα τεύχεα δύω ·
6.341 ἴθ’ , ἐγὼ δὲ μέτειμι · κιχήσεσθαι δέ σ’ ὀΐω .
6.342 ὣς φάτο , τὸν δ’ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ ·
6.343 τὸν δ’ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι ·
6.344 δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης ,
6.345 ὥς μ’ ὄφελ’ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
6.346 οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο