6.376 μυθήσασθε ·
6.377 πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο ;
6.378 ἠέ πῃ ἐς γαλόων εἰνατέρων ἐϋπέπλων
6.379 ἐς Ἀθηναίης ἐξοίχεται , ἔνθά περ ἄλλαι
6.380 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται ;
6.381 τὸν δ’ αὖτ’ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν ·
6.382 Ἕκτορ ἐπεὶ μάλ’ ἄνωγας ἀληθέα μυθήσασθαι ,
6.383 οὔτέ πῃ ἐς γαλόων οὔτ’ εἰνατέρων ἐϋπέπλων
6.384 οὔτ’ ἐς Ἀθηναίης ἐξοίχεται , ἔνθά περ ἄλλαι
6.385 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται ,
6.386 ἀλλ’ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου , οὕνεκ’ ἄκουσε
6.387 τείρεσθαι Τρῶας , μέγα δὲ κράτος εἶναι Ἀχαιῶν .
6.388 μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
6.389 μαινομένῃ ἐϊκυῖα · φέρει δ’ ἅμα παῖδα τιθήνη .
6.390 ῥα γυνὴ ταμίη , δ’ ἀπέσσυτο δώματος Ἕκτωρ
6.391 τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ’ ἀγυιάς .
6.392 εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
6.393 Σκαιάς , τῇ ἄρ’ ἔμελλε διεξίμεναι πεδίον δέ ,
6.394 ἔνθ’ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
6.395 Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
6.396 Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
6.397 Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ’ ἄνδρεσσιν ἀνάσσων ·
6.398 τοῦ περ δὴ θυγάτηρ ἔχεθ’ Ἕκτορι χαλκοκορυστῇ .
6.399 οἱ ἔπειτ’ ἤντησ’ , ἅμα δ’ ἀμφίπολος κίεν αὐτῇ
6.400 παῖδ’ ἐπὶ κόλπῳ ἔχουσ’ ἀταλάφρονα νήπιον αὔτως
6.401 Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ ,
6.402 τόν ῥ’ Ἕκτωρ καλέεσκε Σκαμάνδριον , αὐτὰρ οἱ ἄλλοι
6.403 Ἀστυάνακτ’ · οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ .
6.404 ἤτοι μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ ·
6.405 Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα ,
6.406 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε ·
6.407 δαιμόνιε φθίσει σε τὸ σὸν μένος , οὐδ’ ἐλεαίρεις
6.408 παῖδά τε νηπίαχον καὶ ἔμ’ ἄμμορον ,