2.603 Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
2.604 Αἰπύτιον παρὰ τύμβον ἵν’ ἀνέρες ἀγχιμαχηταί ,
2.605 οἳ Φενεόν τ’ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
2.606 Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
2.607 καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
2.608 Στύμφηλόν τ’ εἶχον καὶ Παρρασίην ἐνέμοντο ,
2.609 τῶν ἦρχ’ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
2.610 ἑξήκοντα νεῶν · πολέες δ’ ἐν νηῒ ἑκάστῃ
2.611 Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν .
2.612 αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
2.613 νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
2.614 Ἀτρεΐδης , ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει .
2.615 οἳ δ’ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον
2.616 ὅσσον ἐφ’ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
2.617 πέτρη τ’ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει ,
2.618 τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν , δέκα δ’ ἀνδρὶ ἑκάστῳ
2.619 νῆες ἕποντο θοαί , πολέες δ’ ἔμβαινον Ἐπειοί .
2.620 τῶν μὲν ἄρ’ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
2.621 υἷες μὲν Κτεάτου , δ’ ἄρ’ Εὐρύτου , Ἀκτορίωνε ·
2.622 τῶν δ’ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης ·
2.623 τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
2.624 υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος .
2.625 οἳ δ’ ἐκ Δουλιχίοιο Ἐχινάων θ’ ἱεράων
2.626 νήσων , αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα ,
2.627 τῶν αὖθ’ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
2.628 Φυλεΐδης , ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς ,
2.629 ὅς ποτε Δουλίχιον δ’ ἀπενάσσατο πατρὶ χολωθείς ·
2.630 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο .
2.631 αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους ,
2.632 οἵ ῥ’ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
2.633 καὶ Κροκύλει’ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν ,
2.634 οἵ τε Ζάκυνθον ἔχον ἠδ’ οἳ Σάμον ἀμφενέμοντο ,
2.635 οἵ τ’ ἤπειρον ἔχον ἠδ’ ἀντιπέραι’ ἐνέμοντο ·
2.636 τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν