2.636 ἀτάλαντος ·
2.637 τῷ δ’ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι .
2.638 Αἰτωλῶν δ’ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός ,
2.639 οἳ Πλευρῶν’ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην
2.640 Χαλκίδα τ’ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν ·
2.641 οὐ γὰρ ἔτ’ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν ,
2.642 οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην , θάνε δὲ ξανθὸς Μελέαγρος ·
2.643 τῷ δ’ ἐπὶ πάντ’ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι ·
2.644 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο .
2.645 Κρητῶν δ’ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν ,
2.646 οἳ Κνωσόν τ’ εἶχον Γόρτυνά τε τειχιόεσσαν ,
2.647 Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον
2.648 Φαιστόν τε Ῥύτιόν τε , πόλεις εὖ ναιετοώσας ,
2.649 ἄλλοι θ’ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο .
2.650 τῶν μὲν ἄρ’ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε
2.651 Μηριόνης τ’ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ ·
2.652 τοῖσι δ’ ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο .
2.653 Τληπόλεμος δ’ Ἡρακλεΐδης ἠΰς τε μέγας τε
2.654 ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων ,
2.655 οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες
2.656 Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον .
2.657 τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν ,
2.658 ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ ,
2.659 τὴν ἄγετ’ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
2.660 πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν .
2.661 Τληπόλεμος δ’ ἐπεὶ οὖν τράφ’ ἐνὶ μεγάρῳ εὐπήκτῳ ,
2.662 αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
2.663 ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος ·
2.664 αἶψα δὲ νῆας ἔπηξε , πολὺν δ’ γε λαὸν ἀγείρας
2.665 βῆ φεύγων ἐπὶ πόντον · ἀπείλησαν γάρ οἱ ἄλλοι
2.666 υἱέες υἱωνοί τε βίης Ἡρακληείης .
2.667 αὐτὰρ γ’ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων ·
2.668 τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν , ἠδὲ φίληθεν
2.669 ἐκ Διός , ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν