1.414 ἔτρεφον αἰνὰ τεκοῦσα ;
1.415 αἴθ’ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων
1.416 ἧσθαι , ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν ·
1.417 νῦν δ’ ἅμα τ’ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
1.418 ἔπλεο · τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι .
1.419 τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
1.420 εἶμ’ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται .
1.421 ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι
1.422 μήνι’ Ἀχαιοῖσιν , πολέμου δ’ ἀποπαύεο πάμπαν ·
1.423 Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας
1.424 χθιζὸς ἔβη κατὰ δαῖτα , θεοὶ δ’ ἅμα πάντες ἕποντο ·
1.425 δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ ,
1.426 καὶ τότ’ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ ,
1.427 καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω .
1.428 ὣς ἄρα φωνήσασ’ ἀπεβήσετο , τὸν δὲ λίπ’ αὐτοῦ
1.429 χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς
1.430 τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων · αὐτὰρ Ὀδυσσεὺς
1.431 ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην .
1.432 οἳ δ’ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο
1.433 ἱστία μὲν στείλαντο , θέσαν δ’ ἐν νηῒ μελαίνῃ ,
1.434 ἱστὸν δ’ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες
1.435 καρπαλίμως , τὴν δ’ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς .
1.436 ἐκ δ’ εὐνὰς ἔβαλον , κατὰ δὲ πρυμνήσι’ ἔδησαν ·
1.437 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης ,
1.438 ἐκ δ’ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι ·
1.439 ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο .
1.440 τὴν μὲν ἔπειτ’ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
1.441 πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν ·
1.442 Χρύση , πρό μ’ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
1.443 παῖδά τε σοὶ ἀγέμεν , Φοίβῳ θ’ ἱερὴν ἑκατόμβην
1.444 ῥέξαι ὑπὲρ