1.383 θεοῖο
1.384 πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν · ἄμμι δὲ μάντις
1.385 εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο .
1.386 αὐτίκ’ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι ·
1.387 Ἀτρεΐωνα δ’ ἔπειτα χόλος λάβεν , αἶψα δ’ ἀναστὰς
1.388 ἠπείλησεν μῦθον δὴ τετελεσμένος ἐστί ·
1.389 τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
1.390 ἐς Χρύσην πέμπουσιν , ἄγουσι δὲ δῶρα ἄνακτι ·
1.391 τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
1.392 κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν .
1.393 ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος ·
1.394 ἐλθοῦσ’ Οὔλυμπον δὲ Δία λίσαι , εἴ ποτε δή τι
1.395 ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ .
1.396 πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
1.397 εὐχομένης ὅτ’ ἔφησθα κελαινεφέϊ Κρονίωνι
1.398 οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι ,
1.399 ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι
1.400 Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη ·
1.401 ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν ,
1.402 ὦχ’ ἑκατόγχειρον καλέσασ’ ἐς μακρὸν Ὄλυμπον ,
1.403 ὃν Βριάρεων καλέουσι θεοί , ἄνδρες δέ τε πάντες
1.404 Αἰγαίων’ , γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων ·
1.405 ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων ·
1.406 τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ’ ἔτ’ ἔδησαν .
1.407 τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων
1.408 αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι ,
1.409 τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ’ ἅλα ἔλσαι Ἀχαιοὺς
1.410 κτεινομένους , ἵνα πάντες ἐπαύρωνται βασιλῆος ,
1.411 γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
1.412 ἣν ἄτην τ’ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν .
1.413 τὸν δ’ ἠμείβετ’ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα ·
1.414 μοι τέκνον ἐμόν , τί νύ σ’