1.325 καὶ ῥίγιον ἔσται .
1.326 ὣς εἰπὼν προΐει , κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε ·
1.327 τὼ δ’ ἀέκοντε βάτην παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο ,
1.328 Μυρμιδόνων δ’ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην ,
1.329 τὸν δ’ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
1.330 ἥμενον · οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς .
1.331 τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
1.332 στήτην , οὐδέ τί μιν προσεφώνεον οὐδ’ ἐρέοντο ·
1.333 αὐτὰρ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε ·
1.334 χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν ,
1.335 ἆσσον ἴτ’ · οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ’ Ἀγαμέμνων ,
1.336 σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης .
1.337 ἀλλ’ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
1.338 καί σφωϊν δὸς ἄγειν · τὼ δ’ αὐτὼ μάρτυροι ἔστων
1.339 πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
1.340 καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ’ αὖτε
1.341 χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
1.342 τοῖς ἄλλοις · γὰρ γ’ ὀλοιῇσι φρεσὶ θύει ,
1.343 οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω ,
1.344 ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί .
1.345 ὣς φάτο , Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ ,
1.346 ἐκ δ’ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον ,
1.347 δῶκε δ’ ἄγειν · τὼ δ’ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν ·
1.348 δ’ ἀέκουσ’ ἅμα τοῖσι γυνὴ κίεν · αὐτὰρ Ἀχιλλεὺς
1.349 δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς ,
1.350 θῖν’ ἔφ’ ἁλὸς πολιῆς , ὁρόων ἐπ’ ἀπείρονα πόντον ·
1.351 πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς ·
1.352 μῆτερ ἐπεί μ’ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα ,
1.353 τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
1.354 Ζεὺς ὑψιβρεμέτης · νῦν