1.295 ἔμοιγε
1.296 σήμαιν’ · οὐ γὰρ ἔγωγ’ ἔτι σοὶ πείσεσθαι ὀΐω .
1.297 ἄλλο δέ τοι ἐρέω , σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι ·
1.298 χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
1.299 οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ , ἐπεί μ’ ἀφέλεσθέ γε δόντες ·
1.300 τῶν δ’ ἄλλων μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ
1.301 τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο ·
1.302 εἰ δ’ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε ·
1.303 αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί .
1.304 ὣς τώ γ’ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
1.305 ἀνστήτην , λῦσαν δ’ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν ·
1.306 Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
1.307 ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν ·
1.308 Ἀτρεΐδης δ’ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν ,
1.309 ἐν δ’ ἐρέτας ἔκρινεν ἐείκοσιν , ἐς δ’ ἑκατόμβην
1.310 βῆσε θεῷ , ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
1.311 εἷσεν ἄγων · ἐν δ’ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς .
1.312 οἳ μὲν ἔπειτ’ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα ,
1.313 λαοὺς δ’ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν ·
1.314 οἳ δ’ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον ,
1.315 ἕρδον δ’ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
1.316 ταύρων ἠδ’ αἰγῶν παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο ·
1.317 κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ .
1.318 ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν · οὐδ’ Ἀγαμέμνων
1.319 λῆγ’ ἔριδος τὴν πρῶτον ἐπηπείλησ’ Ἀχιλῆϊ ,
1.320 ἀλλ’ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε ,
1.321 τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε ·
1.322 ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος ·
1.323 χειρὸς ἑλόντ’ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον ·
1.324 εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
1.325 ἐλθὼν σὺν πλεόνεσσι · τό οἱ