1.266 δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν ·
1.267 κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο
1.268 φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν .
1.269 καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
1.270 τηλόθεν ἐξ ἀπίης γαίης · καλέσαντο γὰρ αὐτοί ·
1.271 καὶ μαχόμην κατ’ ἔμ’ αὐτὸν ἐγώ · κείνοισι δ’ ἂν οὔ τις
1.272 τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο ·
1.273 καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ ·
1.274 ἀλλὰ πίθεσθε καὶ ὔμμες , ἐπεὶ πείθεσθαι ἄμεινον ·
1.275 μήτε σὺ τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην ,
1.276 ἀλλ’ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν ·
1.277 μήτε σὺ Πηλείδη ἔθελ’ ἐριζέμεναι βασιλῆϊ
1.278 ἀντιβίην , ἐπεὶ οὔ ποθ’ ὁμοίης ἔμμορε τιμῆς
1.279 σκηπτοῦχος βασιλεύς , τε Ζεὺς κῦδος ἔδωκεν .
1.280 εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ ,
1.281 ἀλλ’ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει .
1.282 Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος · αὐτὰρ ἔγωγε
1.283 λίσσομ’ Ἀχιλλῆϊ μεθέμεν χόλον , ὃς μέγα πᾶσιν
1.284 ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο .
1.285 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·
1.286 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες ·
1.287 ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων ,
1.288 πάντων μὲν κρατέειν ἐθέλει , πάντεσσι δ’ ἀνάσσειν ,
1.289 πᾶσι δὲ σημαίνειν , τιν’ οὐ πείσεσθαι ὀΐω ·
1.290 εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες
1.291 τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι ;
1.292 τὸν δ’ ἄρ’ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς ·
1.293 γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην
1.294 εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς ·
1.295 ἄλλοισιν δὴ ταῦτ’ ἐπιτέλλεο , μὴ γὰρ