9.120 ταῦτα ὑπισχόμενος τὸν στρατηγὸν Ξάνθιππον οὐκ ἔπειθε · οἱ γὰρ Ἐλαιούσιοι τῷ Πρωτεσίλεῳ τιμωρέοντες ἐδέοντό μιν καταχρησθῆναι , καὶ αὐτοῦ τοῦ στρατηγοῦ ταύτῃ νόος ἔφερε . ἀπαγαγόντες δὲ αὐτὸν ἐς τὴν Ξέρξης ἔζευξε τὸν πόρον , οἳ δὲ λέγουσι ἐπὶ τὸν κολωνὸν τὸν ὑπὲρ Μαδύτου πόλιος , πρὸς σανίδας προσπασσαλεύσαντες ἀνεκρέμασαν · τὸν δὲ παῖδα ἐν ὀφθαλμοῖσι τοῦ Ἀρταΰκτεω κατέλευσαν .
9.121 ταῦτα δὲ ποιήσαντες ἀπέπλεον ἐς τὴν Ἑλλάδα , τά τε ἄλλα χρήματα ἄγοντες καὶ δὴ καὶ τὰ ὅπλα τῶν γεφυρέων ὡς ἀναθήσοντες ἐς τὰ ἱρά . καὶ κατὰ τὸ ἔτος τοῦτο οὐδὲν ἐπὶ πλέον τούτων ἐγένετο .
9.122 τούτου δὲ Ἀρταΰκτεω τοῦ ἀνακρεμασθέντος προπάτωρ Ἀρτεμβάρης ἐστὶ Πέρσῃσι ἐξηγησάμενος λόγον τὸν ἐκεῖνοι ὑπολαβόντες Κύρῳ προσήνεικαν λέγοντα τάδε . ʹ ἐπεὶ Ζεὺς Πέρσῃσι ἡγεμονίην διδοῖ , ἀνδρῶν δὲ σοὶ Κῦρε , κατελὼν Ἀστυάγην , φέρε , γῆν γὰρ ἐκτήμεθα ὀλίγην καὶ ταύτην τρηχέαν , μεταναστάντες ἐκ ταύτης ἄλλην σχῶμεν ἀμείνω . εἰσὶ δὲ πολλαὶ μὲν ἀστυγείτονες πολλαὶ δὲ καὶ ἑκαστέρω , τῶν μίαν σχόντες πλέοσι ἐσόμεθα θωμαστότεροι . οἰκὸς δὲ ἄνδρας ἄρχοντας τοιαῦτα ποιέειν · κότε γὰρ δὴ καὶ παρέξει κάλλιον ὅτε γε ἀνθρώπων τε πολλῶν ἄρχομεν πάσης τε τῆς Ἀσίης ; ʹ Κῦρος δὲ ταῦτα ἀκούσας καὶ οὐ θωμάσας τὸν λόγον ἐκέλευε ποιέειν ταῦτα , οὕτω δὲ αὐτοῖσι παραίνεε κελεύων παρασκευάζεσθαι ὡς οὐκέτι ἄρξοντας ἀλλ’ ἀρξομένους · φιλέειν γὰρ ἐκ τῶν μαλακῶν χώρων μαλακοὺς γίνεσθαι · οὐ γὰρ τι τῆς αὐτῆς γῆς εἶναι καρπόν τε θωμαστὸν φύειν καὶ ἄνδρας ἀγαθοὺς τὰ πολέμια .