9.118 ὡς δὲ ἡμέρη ἐγένετο , οἱ Χερσονησῖται ἀπὸ τῶν πύργων ἐσήμηναν τοῖσι Ἀθηναίοισι τὸ γεγονὸς καὶ τὰς πύλας ἄνοιξαν . τῶν δὲ οἱ μὲν πλεῦνες ἐδίωκον , οἳ δὲ τὴν πόλιν εἶχον .
9.119 Ὀιόβαζον μέν νυν ἐκφεύγοντα ἐς τὴν Θρηίκην Θρήικες Ἀψίνθιοι λαβόντες ἔθυσαν Πλειστώρῳ ἐπιχωρίῳ θεῷ τρόπῳ τῷ σφετέρῳ , τοὺς δὲ μετ’ ἐκείνου ἄλλῳ τρόπῳ ἐφόνευσαν . οἱ δὲ ἀμφὶ τὸν Ἀρταΰκτην ὕστεροι ὁρμηθέντες φεύγειν , καὶ ὡς κατελαμβάνοντο ὀλίγον ἐόντες ὑπὲρ Αἰγὸς ποταμῶν , ἀλεξόμενοι χρόνον ἐπὶ συχνὸν οἳ μὲν ἀπέθανον οἳ δὲ ζῶντες ἐλάμφθησαν . καὶ συνδήσαντες σφέας οἱ Ἕλληνες ἦγον ἐς Σηστόν , μετ’ αὐτῶν δὲ καὶ Ἀρταΰκτην δεδεμένον αὐτόν τε καὶ τὸν παῖδα αὐτοῦ .
9.120 καί τεῳ τῶν φυλασσόντων λέγεται ὑπὸ Χερσονησιτέων ταρίχους ὀπτῶντι τέρας γενέσθαι τοιόνδε · οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντό τε καὶ ἤσπαιρον ὅκως περ ἰχθύες νεοάλωτοι . καὶ οἳ μὲν περιχυθέντες ἐθώμαζον , δὲ Ἀρταΰκτης ὡς εἶδε τὸ τέρας , καλέσας τὸν ὀπτῶντα τοὺς ταρίχους ἔφη ʹ ξεῖνε Ἀθηναῖε , μηδὲν φοβέο τὸ τέρας τοῦτο · οὐ γὰρ σοὶ πέφηνε , ἀλλ’ ἐμοὶ σημαίνει ἐν Ἐλαιοῦντι Πρωτεσίλεως ὅτι καὶ τεθνεὼς καὶ τάριχος ἐὼν δύναμιν πρὸς θεῶν ἔχει τὸν ἀδικέοντα τίνεσθαι . νῦν ὦν ἄποινά μοι τάδε ἐθέλω ἐπιθεῖναι , ἀντὶ μὲν χρημάτων τῶν ἔλαβον ἐκ τοῦ ἱροῦ ἑκατὸν τάλαντα καταθεῖναι τῷ θεῷ , ἀντὶ δ’ ἐμεωυτοῦ καὶ τοῦ παιδὸς ἀποδώσω τάλαντα διηκόσια Ἀθηναίοισι περιγενόμενος . ʹ