9.116 ʹ δέσποτα , ἔστι οἶκος ἀνδρὸς Ἕλληνος ἐνθαῦτα , ὃς ἐπὶ γῆν σὴν στρατευσάμενος δίκης κυρήσας ἀπέθανε · τούτου μοι δὸς τὸν οἶκον , ἵνα καί τις μάθῃ ἐπὶ γῆν τὴν σὴν μὴ στρατεύεσθαι . ʹ ταῦτα λέγων εὐπετέως ἔμελλε ἀναπείσειν Ξέρξην δοῦναι ἀνδρὸς οἶκον , οὐδὲν ὑποτοπηθέντα τῶν ἐκεῖνος ἐφρόνεε . ἐπὶ γῆν δὲ τὴν βασιλέος στρατεύεσθαι Πρωτεσίλεων ἔλεγε νοέων τοιάδε · τὴν Ἀσίην πᾶσαν νομίζουσι ἑωυτῶν εἶναι Πέρσαι καὶ τοῦ αἰεὶ βασιλεύοντος . ἐπεὶ δὲ ἐδόθη , τὰ χρήματα ἐξ Ἐλαιοῦντος ἐς Σηστὸν ἐξεφόρησε , καὶ τὸ τέμενος ἔσπειρε καὶ ἐνέμετο , αὐτός τε ὅκως ἀπίκοιτο ἐς Ἐλαιοῦντα ἐν τῷ ἀδύτῳ γυναιξὶ ἐμίσγετο . τότε δὲ ἐπολιορκέετο ὑπὸ Ἀθηναίων οὔτε παρεσκευασμένος ἐς πολιορκίην οὔτε προσδεκόμενος τοὺς Ἕλληνας , ἀφύκτως δέ κως αὐτῷ ἐπέπεσον .
9.117 ἐπεὶ δὲ πολιορκεομένοισί σφι φθινόπωρον ἐπεγίνετο , καὶ ἤσχαλλον οἱ Ἀθηναῖοι ἀπό τε τῆς ἑωυτῶν ἀποδημέοντες καὶ οὐ δυνάμενοι ἐξελεῖν τὸ τεῖχος , ἐδέοντό τε τῶν στρατηγῶν ὅκως ἀπάγοιεν σφέας ὀπίσω , οἳ δὲ οὐκ ἔφασαν πρὶν ἐξέλωσι τὸ Ἀθηναίων κοινόν σφεας μεταπέμψηται · οὕτω δὴ ἔστεργον τὰ παρεόντα .
9.118 οἱ δὲ ἐν τῷ τείχεϊ ἐς πᾶν ἤδη κακοῦ ἀπιγμένοι ἦσαν , οὕτω ὥστε τοὺς τόνους ἕψοντες τῶν κλινέων ἐσιτέοντο . ἐπείτε δὲ οὐδὲ ταῦτα ἔτι εἶχον , οὕτω δὴ ὑπὸ νύκτα οἴχοντο ἀποδράντες οἵ τε Πέρσαι καὶ Ἀρταΰκτης καὶ Οἰόβαζος , ὄπισθε τοῦ τείχεος καταβάντες , τῇ ἦν ἐρημότατον τῶν πολεμίων .