9.115 ἐς δὲ τὴν Σηστὸν ταύτην , ὡς ἐόντος ἰσχυροτάτου τείχεος τῶν ταύτῃ , συνῆλθον , ὡς ἤκουσαν παρεῖναι τοὺς Ἕλληνας ἐς τὸν Ἑλλήσποντον , ἔκ τε τῶν ἀλλέων τῶν περιοικίδων , καὶ δὴ καὶ ἐκ Καρδίης πόλιος Οἰόβαζος ἀνὴρ Πέρσης , ὃς τὰ ἐκ τῶν γεφυρέων ὅπλα ἐνθαῦτα ἦν κεκομικώς . εἶχον δὲ ταύτην ἐπιχώριοι Αἰολέες , συνῆσαν δὲ Πέρσαι τε καὶ τῶν ἄλλων συμμάχων συχνὸς ὅμιλος .
9.116 ἐτυράννευε δὲ τούτου τοῦ νομοῦ Ξέρξεω ὕπαρχος Ἀρταΰκτης , ἀνὴρ μὲν Πέρσης , δεινὸς δὲ καὶ ἀτάσθαλος , ὃς καὶ βασιλέα ἐλαύνοντα ἐπ’ Ἀθήνας ἐξηπάτησε , τὰ Πρωτεσίλεω τοῦ Ἰφίκλου χρήματα ἐξ Ἐλαιοῦντος ὑπελόμενος . ἐν γὰρ Ἐλαιοῦντι τῆς Χερσονήσου ἐστὶ Πρωτεσίλεω τάφος τε καὶ τέμενος περὶ αὐτόν , ἔνθα ἦν χρήματα πολλὰ καὶ φιάλαι χρύσεαι καὶ ἀργύρεαι καὶ χαλκὸς καὶ ἐσθὴς καὶ ἄλλα ἀναθήματα , τὰ Ἀρταΰκτης ἐσύλησε βασιλέος δόντος . λέγων δὲ τοιάδε Ξέρξην διεβάλετο .