9.113 δὲ Μασίστης οὐδέν κω ἀκηκοὼς τούτων , ἐλπόμενος δέ τί οἱ κακὸν εἶναι , ἐσπίπτει δρόμῳ ἐς τὰ οἰκία . ἰδὼν δὲ διεφθαρμένην τὴν γυναῖκα , αὐτίκα μετὰ ταῦτα συμβουλευσάμενος τοῖσι παισὶ ἐπορεύετο ἐς Βάκτρα σύν τε τοῖσι ἑωυτοῦ υἱοῖσι καὶ δή κου τισὶ καὶ ἄλλοισι ὡς ἀποστήσων νομὸν τὸν Βάκτριον καὶ ποιήσων τὰ μέγιστα κακῶν βασιλέα · τά περ ἂν καὶ ἐγένετο , ὡς ἐμοὶ δοκέειν , εἴ περ ἔφθη ἀναβὰς ἐς τοὺς Βακτρίους καὶ τοὺς Σάκας · καὶ γὰρ ἔστεργόν μιν καὶ ἦν ὕπαρχος τῶν Βακτρίων . ἀλλὰ γὰρ Ξέρξης πυθόμενος ταῦτα ἐκεῖνον πρήσσοντα , πέμψας ἐπ’ αὐτὸν στρατιὴν ἐν τῇ ὁδῷ κατέκτεινε αὐτόν τε ἐκεῖνον καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν στρατιὴν τὴν ἐκείνου . κατὰ μὲν τὸν ἔρωτα τὸν Ξέρξεω καὶ τὸν Μασίστεω θάνατον τοσαῦτα ἐγένετο .
9.114 οἱ δὲ ἐκ Μυκάλης ὁρμηθέντες Ἕλληνες ἐπ’ Ἑλλησπόντου πρῶτον μὲν περὶ Λεκτὸν ὅρμεον , ὑπὸ ἀνέμων ἀπολαμφθέντες , ἐνθεῦτεν δὲ ἀπίκοντο ἐς Ἄβυδον καὶ τὰς γεφύρας εὗρον διαλελυμένας , τὰς ἐδόκεον εὑρήσειν ἔτι ἐντεταμένας , καὶ τούτων οὐκ ἥκιστα εἵνεκεν ἐς τὸν Ἑλλήσποντον ἀπίκοντο . τοῖσι μέν νυν ἀμφὶ Λευτυχίδην Πελοποννησίοις ἔδοξε ἀποπλέειν ἐς τὴν Ἑλλάδα , Ἀθηναίοισι δὲ καὶ Ξανθίππῳ τῷ στρατηγῷ αὐτοῦ ὑπομείναντας πειρᾶσθαι τῆς Χερσονήσου . οἳ μὲν δὴ ἀπέπλεον , Ἀθηναῖοι δὲ ἐκ τῆς Ἀβύδου διαβάντες ἐς τὴν Χερσόνησον Σηστὸν ἐπολιόρκεον .