9.111 δὲ Μασίστης ἀποθωμάσας τὰ λεγόμενα λέγει τάδε . ʹ δέσποτα , τίνα μοι λόγον λέγεις ἄχρηστον , κελεύων με γυναῖκα , ἐκ τῆς μοι παῖδές τε νεηνίαι εἰσὶ καὶ θυγατέρες , τῶν καὶ σὺ μίαν τῷ παιδὶ τῷ σεωυτοῦ ἠγάγεο γυναῖκα , αὐτή τέ μοι κατὰ νόον τυγχάνει κάρτα ἐοῦσα · ταύτην με κελεύεις μετέντα θυγατέρα τὴν σὴν γῆμαι ; ἐγὼ δὲ βασιλεῦ μεγάλα μὲν ποιεῦμαι ἀξιεύμενος θυγατρὸς τῆς σῆς , ποιήσω μέντοι τούτων οὐδέτερα . σὺ δὲ μηδαμῶς βιῶ πρήγματος τοιοῦδε δεόμενος · ἀλλὰ τῇ τε σῇ θυγατρὶ ἀνὴρ ἄλλος φανήσεται ἐμεῦ οὐδὲν ἥσσων , ἐμέ τε ἔα γυναικὶ τῇ ἐμῇ συνοικέειν . ʹ μὲν δὴ τοιούτοισι ἀμείβεται , Ξέρξης δὲ θυμωθεὶς λέγει τάδε . ʹ οὕτω τοι , Μασίστα , πέπρηκται · οὔτε γὰρ ἄν τοι δοίην θυγατέρα τὴν ἐμὴν γῆμαι , οὔτε ἐκείνῃ πλεῦνα χρόνον συνοικήσεις , ὡς μάθῃς τὰ διδόμενα δέκεσθαι . ʹ δὲ ὡς ταῦτα ἤκουσε , εἴπας τοσόνδε ἐχώρεε ἔξω ʹ δέσποτα , οὐ δὴ κώ με ἀπώλεσας . ʹ
9.112 ἐν δὲ τούτῳ διὰ μέσου χρόνῳ , ἐν τῷ Ξέρξης τῷ ἀδελφεῷ διελέγετο , Ἄμηστρις μεταπεμψαμένη τοὺς δορυφόρους τοῦ Ξέρξεω διαλυμαίνεται τὴν γυναῖκα τοῦ Μασίστεω · τούς τε μαζοὺς ἀποταμοῦσα κυσὶ προέβαλε καὶ ῥῖνα καὶ ὦτα καὶ χείλεα καὶ γλῶσσαν ἐκταμοῦσα ἐς οἶκόν μιν ἀποπέμπει διαλελυμασμένην .