9.110 φυλάξασα δὲ τὸν ἄνδρα τὸν ἑωυτῆς Ξέρξην βασιλήιον δεῖπνον προτιθέμενον · τοῦτο δὲ τὸ δεῖπνον παρασκευάζεται ἅπαξ τοῦ ἐνιαυτοῦ ἡμέρῃ τῇ ἐγένετο βασιλεύς . οὔνομα δὲ τῷ δείπνῳ τούτῳ Περσιστὶ μὲν τυκτά , κατὰ δὲ τὴν Ἑλλήνων γλῶσσαν τέλειον · τότε καὶ τὴν κεφαλὴν σμᾶται μοῦνον βασιλεὺς καὶ Πέρσας δωρέεται · ταύτην δὴ τὴν ἡμέρην φυλάξασα Ἄμηστρις χρηίζει τοῦ Ξέρξεω δοθῆναί οἱ τὴν Μασίστεω γυναῖκα . δὲ δεινόν τε καὶ ἀνάρσιον ἐποιέετο τοῦτο μὲν ἀδελφεοῦ γυναῖκα παραδοῦναι , τοῦτο δὲ ἀναιτίην ἐοῦσαν τοῦ πρήγματος τούτου · συνῆκε γὰρ τοῦ εἵνεκεν ἐδέετο .
9.111 τέλος μέντοι ἐκείνης τε λιπαρεούσης καὶ ὑπὸ τοῦ νόμου ἐξεργόμενος , ὅτι ἀτυχῆσαι τὸν χρηίζοντα οὔ σφι δυνατόν ἐστι βασιληίου δείπνου προκειμένου , κάρτα δὴ ἀέκων κατανεύει , καὶ παραδοὺς ποιέει ὧδε · τὴν μὲν κελεύει ποιέειν τὰ βούλεται , δὲ μεταπεμψάμενος τὸν ἀδελφεὸν λέγει τάδε . ʹ Μασίστα , σὺ εἶς Δαρείου τε παῖς καὶ ἐμὸς ἀδελφεός , πρὸς δ’ ἔτι τούτοισι καὶ εἶς ἀνὴρ ἀγαθός · γυναικὶ δὴ ταύτῃ τῇ νῦν συνοικέεις μὴ συνοίκεε , ἀλλά τοι ἀντ’ αὐτῆς ἐγὼ δίδωμι θυγατέρα τὴν ἐμήν . ταύτῃ συνοίκεε · τὴν δὲ νῦν ἔχεις , οὐ γὰρ δοκέει ἐμοί , μὴ ἔχε γυναῖκα . ʹ