9.109 χρόνου δὲ προϊόντος ἀνάπυστα γίνεται τρόπῳ τοιῷδε . ἐξυφήνασα Ἄμηστρις Ξέρξεω γυνὴ φᾶρος μέγα τε καὶ ποικίλον καὶ θέης ἄξιον διδοῖ Ξέρξῃ . δὲ ἡσθεὶς περιβάλλεταί τε καὶ ἔρχεται παρὰ τὴν Ἀρταΰντην · ἡσθεὶς δὲ καὶ ταύτῃ ἐκέλευσε αὐτὴν αἰτῆσαι τι βούλεταί οἱ γενέσθαι ἀντὶ τῶν αὐτῷ ὑπουργημένων · πάντα γὰρ τεύξεσθαι αἰτήσασαν . τῇ δὲ κακῶς γὰρ ἔδεε πανοικίῃ γενέσθαι , πρὸς ταῦτα εἶπε Ξέρξῃ ʹ δώσεις μοι τὸ ἄν σε αἰτήσω ; ʹ δὲ πᾶν μᾶλλον δοκέων κείνην αἰτῆσαι ὑπισχνέετο καὶ ὤμοσε . δὲ ὡς ὤμοσε ἀδεῶς αἰτέει τὸ φᾶρος . Ξέρξης δὲ παντοῖος ἐγίνετο οὐ βουλόμενος δοῦναι , κατ’ ἄλλο μὲν οὐδέν , φοβεόμενος δὲ Ἄμηστριν , μὴ καὶ πρὶν κατεικαζούσῃ τὰ γινόμενα οὕτω ἐπευρεθῇ πρήσσων · ἀλλὰ πόλις τε ἐδίδου καὶ χρυσὸν ἄπλετον καὶ στρατόν , τοῦ ἔμελλε οὐδεὶς ἄρξειν ἀλλ’ ἐκείνη . Περσικὸν δὲ κάρτα στρατὸς δῶρον . ἀλλ’ οὐ γὰρ ἔπειθε , διδοῖ τὸ φᾶρος . δὲ περιχαρὴς ἐοῦσα τῷ δώρῳ ἐφόρεέ τε καὶ ἀγάλλετο .
9.110 καὶ Ἄμηστρις πυνθάνεταί μιν ἔχουσαν · μαθοῦσα δὲ τὸ ποιεύμενον τῇ μὲν γυναικὶ ταύτῃ οὐκ εἶχε ἔγκοτον , δὲ ἐλπίζουσα τὴν μητέρα αὐτῆς εἶναι αἰτίην καὶ ταῦτα ἐκείνην πρήσσειν , τῇ Μασίστεω γυναικὶ ἐβούλευε ὄλεθρον .