9.107 δὲ ἐπεὶ πολλὰ ἤκουσε , δεινὰ ποιεύμενος σπᾶται ἐπὶ τὸν Μασίστην τὸν ἀκινάκην , ἀποκτεῖναι θέλων . καί μιν ἐπιθέοντα φρασθεὶς Ξειναγόρης Πρηξίλεω ἀνὴρ Ἁλικαρνησσεὺς ὄπισθε ἑστεὼς αὐτοῦ Ἀρταΰντεω ἁρπάζει μέσον καὶ ἐξαείρας παίει ἐς τὴν γῆν · καὶ ἐν τούτῳ οἱ δορυφόροι οἱ Μασίστεω προέστησαν . δὲ Ξειναγόρης ταῦτα ἐργάσατο χάριτα αὐτῷ τε Μασίστῃ τιθέμενος καὶ Ξέρξῃ . ἐκσώζων τὸν ἀδελφεὸν τὸν ἐκείνου · καὶ διὰ τοῦτο τὸ ἔργον Ξειναγόρης Κιλικίης πάσης ἦρξε δόντος βασιλέος . τῶν δὲ κατ’ ὁδὸν πορευομένων οὐδὲν ἐπὶ πλέον τούτων ἐγένετο , ἀλλ’ ἀπικνέονται ἐς Σάρδις .
9.108 ἐν δὲ τῇσι Σάρδισι ἐτύγχανε ἐὼν βασιλεὺς ἐξ ἐκείνου τοῦ χρόνου , ἐπείτε ἐξ Ἀθηνέων προσπταίσας τῇ ναυμαχίῃ φυγὼν ἀπίκετο . τότε δὴ ἐν τῇσι Σάρδισι ἐὼν ἄρα ἤρα τῆς Μασίστεω γυναικός , ἐούσης καὶ ταύτης ἐνθαῦτα . ὡς δέ οἱ προσπέμποντι οὐκ ἐδύνατο κατεργασθῆναι , οὐδὲ βίην προσεφέρετο προμηθεόμενος τὸν ἀδελφεὸν Μασίστην · τὠυτὸ δὲ τοῦτο εἶχε καὶ τὴν γυναῖκα · εὖ γὰρ ἐπίστατο βίης οὐ τευξομένη · ἐνθαῦτα δὴ Ξέρξης ἐργόμενος τῶν ἄλλων πρήσσει τὸν γάμον τοῦτον τῷ παιδὶ τῷ ἑωυτοῦ Δαρείῳ , θυγατέρα τῆς γυναικὸς ταύτης καὶ Μασίστεω , δοκέων αὐτὴν μᾶλλον λάμψεσθαι ἢν ταῦτα ποιήσῃ . ἁρμόσας δὲ καὶ τὰ νομιζόμενα ποιήσας ἀπήλαυνε ἐς Σοῦσα · ἐπεὶ δὲ ἐκεῖ τε ἀπίκετο καὶ ἠγάγετο ἐς ἑωυτοῦ Δαρείῳ τὴν γυναῖκα , οὕτω δὴ τῆς Μασίστεω μὲν γυναικὸς ἐπέπαυτο , δὲ διαμειψάμενος ἤρα τε καὶ ἐτύγχανε τῆς Δαρείου μὲν γυναικὸς Μασίστεω δὲ θυγατρός · οὔνομα δὲ τῇ γυναικὶ ταύτῃ ἦν Ἀρταΰντη .