9.102 διωσάμενοι γὰρ τὰ γέρρα οὗτοι φερόμενοι ἐσέπεσον ἁλέες ἐς τοὺς Πέρσας , οἳ δὲ δεξάμενοι καὶ χρόνον συχνὸν ἀμυνόμενοι τέλος ἔφευγον ἐς τὸ τεῖχος . Ἀθηναῖοι δὲ καὶ Κορίνθιοι καὶ Σικυώνιοι καὶ Τροιζήνιοι ʹοὕτω γὰρ ἦσαν ἐπεξῆς τεταγμένοἰ συνεπισπόμενοι συνεσέπιπτον ἐς τὸ τεῖχος . ὡς δὲ καὶ τὸ τεῖχος ἀραίρητο , οὔτ’ ἔτι πρὸς ἀλκὴν ἐτράποντο οἱ βάρβαροι πρὸς φυγήν τε ὁρμέατο οἱ ἄλλοι πλὴν Περσέων · οὗτοι δὲ κατ’ ὀλίγους γινόμενοι ἐμάχοντο τοῖσι αἰεὶ ἐς τὸ τεῖχος ἐσπίπτουσι Ἑλλήνων . καὶ τῶν στρατηγῶν τῶν Περσικῶν δύο μὲν ἀποφεύγουσι , δύο δὲ τελευτῶσι · Ἀρταΰντης μὲν καὶ Ἰθαμίτρης τοῦ ναυτικοῦ στρατηγέοντες ἀποφεύγουσι , Μαρδόντης δὲ καὶ τοῦ πεζοῦ στρατηγὸς Τιγράνης μαχόμενοι τελευτῶσι .
9.103 ἔτι δὲ μαχομένων τῶν Περσέων ἀπίκοντο Λακεδαιμόνιοι καὶ οἱ μετ’ αὐτῶν , καὶ τὰ λοιπὰ συνδιεχείριζον . ἔπεσον δὲ καὶ αὐτῶν τῶν Ἑλλήνων συχνοὶ ἐνθαῦτα ἄλλοι τε καὶ Σικυώνιοι καὶ στρατηγὸς Περίλεως · τῶν τε Σαμίων οἱ στρατευόμενοι ἐόντες τε ἐν τῷ στρατοπέδῳ τῷ Μηδικῷ καὶ ἀπαραιρημένοι τὰ ὅπλα , ὡς εἶδον αὐτίκα κατ’ ἀρχὰς γινομένην ἑτεραλκέα τὴν μάχην , ἔρδον ὅσον ἐδυνέατο προσωφελέειν ἐθέλοντες τοῖσι Ἕλλησι . Σαμίους δὲ ἰδόντες οἱ ἄλλοι Ἴωνες ἄρξαντας οὕτω δὴ καὶ αὐτοὶ ἀποστάντες ἀπὸ Περσέων ἐπέθεντο τοῖσι βαρβάροισι .