9.104 Μιλησίοισι δὲ προσετέτακτο μὲν ἐκ τῶν Περσέων τὰς διόδους τηρέειν σωτηρίης εἵνεκά σφι , ὡς ἢν ἄρα σφέας καταλαμβάνῃ οἷά περ κατέλαβε , ἔχοντες ἡγεμόνας σώζωνται ἐς τὰς κορυφὰς τῆς Μυκάλης . ἐτάχθησαν μέν νυν ἐπὶ τοῦτο τὸ πρῆγμα οἱ Μιλήσιοι τούτου τε εἵνεκεν καὶ ἵνα μὴ παρεόντες ἐν τῷ στρατοπέδῳ τι νεοχμὸν ποιέοιεν · οἳ δὲ πᾶν τοὐναντίον τοῦ προστεταγμένου ἐποίεον , ἄλλας τε κατηγεόμενοί σφι ὁδοὺς φεύγουσι , αἳ δὴ ἔφερον ἐς τοὺς πολεμίους , καὶ τέλος αὐτοί σφι ἐγίνοντο κτείνοντες πολεμιώτατοι . οὕτω δὴ τὸ δεύτερον Ἰωνίη ἀπὸ Περσέων ἀπέστη .
9.105 ἐν δὲ ταύτῃ τῇ μάχῃ Ἑλλήνων ἠρίστευσαν Ἀθηναῖοι καὶ Ἀθηναίων Ἑρμόλυκος Εὐθοίνου , ἀνὴρ παγκράτιον ἐπασκήσας . τοῦτον δὲ τὸν Ἑρμόλυκον κατέλαβε ὕστερον τούτων , πολέμου ἐόντος Ἀθηναίοισί τε καὶ Καρυστίοισι , ἐν Κύρνῳ τῆς Καρυστίης χώρης ἀποθανόντα ἐν μάχῃ κεῖσθαι ἐπὶ Γεραιστῷ . μετὰ δὲ Ἀθηναίους Κορίνθιοι καὶ Τροιζήνιοι καὶ Σικυώνιοι ἠρίστευσαν .
9.106 ἐπείτε δὲ κατεργάσαντο οἱ Ἕλληνες τοὺς πολλοὺς τοὺς μὲν μαχομένους τοὺς δὲ καὶ φεύγοντας τῶν βαρβάρων , τὰς νέας ἐνέπρησαν καὶ τὸ τεῖχος ἅπαν , τὴν ληίην προεξαγαγόντες ἐς τὸν αἰγιαλόν , καὶ θησαυρούς τινας χρημάτων εὗρον · ἐμπρήσαντες δὲ τὸ τεῖχος καὶ τὰς νέας ἀπέπλεον .