9.101 γεγονέναι δὲ νίκην τῶν μετὰ Παυσανίεω Ἑλλήνων ὀρθῶς σφι φήμη συνέβαινε ἐλθοῦσα · τὸ μὲν γὰρ ἐν Πλαταιῇσι πρωὶ ἔτι τῆς ἡμέρης ἐγίνετο , τὸ δὲ ἐν Μυκάλῃ περὶ δείλην · ὅτι δὲ τῆς αὐτῆς ἡμέρης συνέβαινε γίνεσθαι μηνός τε τοῦ αὐτοῦ , χρόνῳ οὐ πολλῷ σφι ὕστερον δῆλα ἀναμανθάνουσι ἐγίνετο . ἦν δὲ ἀρρωδίη σφι , πρὶν τὴν φήμην ἐσαπικέσθαι , οὔτι περὶ σφέων αὐτῶν οὕτω ὡς τῶν Ἑλλήνων , μὴ περὶ Μαρδονίῳ πταίσῃ Ἑλλάς . ὡς μέντοι κληδὼν αὕτη σφι ἐσέπτατο , μᾶλλόν , τι καὶ ταχύτερον τὴν πρόσοδον ἐποιεῦντο . οἱ μὲν δὴ Ἕλληνες καὶ οἱ βάρβαροι ἔσπευδον ἐς τὴν μάχην , ὥς σφι καί αἱ νῆσοι καὶ Ἑλλήσποντος ἄεθλα προέκειτο .
9.102 τοῖσι μέν νυν Ἀθηναίοισι καὶ τοῖσι προσεχέσι τούτοισι τεταγμένοισι , μέχρι κου τῶν ἡμισέων , ὁδὸς ἐγίνετο κατ’ αἰγιαλόν τε καὶ ἄπεδον χῶρον , τοῖσι δὲ Λακεδαιμονίοισι καὶ τοῖσι ἐπεξῆς τούτοισι τεταγμένοισι κατά τε χαράδραν καὶ ὄρεα . ἐν δὲ οἱ Λακεδαιμόνιοι περιήισαν , οὗτοι οἱ ἐπὶ τῷ ἑτέρῳ κέρεϊ ἔτι καὶ δὴ ἐμάχοντο . ἕως μέν νυν τοῖσι Πέρσῃσι ὀρθὰ ἦν τὰ γέρρα , ἠμύνοντό τε καὶ οὐδὲν ἔλασσον εἶχον τῇ μάχῃ · ἐπεὶ δὲ τῶν Ἀθηναίων καὶ τῶν προσεχέων στρατός , ὅκως ἑωυτῶν γένηται τὸ ἔργον καὶ μὴ Λακεδαιμονίων , παρακελευσάμενοι ἔργου εἴχοντο προθυμότερον , ἐνθεῦτεν ἤδη ἑτεροιοῦτο τὸ πρῆγμα .