9.99 οἱ γὰρ ὦν Σάμιοι ἀπικομένων Ἀθηναίων αἰχμαλώτων ἐν τῇσι νηυσὶ τῶν βαρβάρων , τοὺς ἔλαβον ἀνὰ τὴν Ἀττικὴν λελειμμένους οἱ Ξέρξεω , τούτους λυσάμενοι πάντας ἀποπέμπουσι ἐποδιάσαντες ἐς Ἀθήνας · τῶν εἵνεκεν οὐκ ἥκιστα ὑποψίην εἶχον , πεντακοσίας κεφαλὰς τῶν Ξέρξεω πολεμίων λυσάμενοι . τοῦτο δὲ τὰς διόδους τὰς ἐς τὰς κορυφὰς τῆς Μυκάλης φερούσας προστάσσουσι τοῖσι Μιλησίοισι φυλάσσειν ὡς ἐπισταμένοισι δῆθεν μάλιστα τὴν χώρην . ἐποίευν δὲ τοῦτο τοῦδε εἵνεκεν , ἵνα ἐκτὸς τοῦ στρατοπέδου ἔωσι . τούτους μὲν Ἰώνων , τοῖσι καὶ κατεδόκεον νεοχμὸν ἄν τι ποιέειν δυνάμιος ἐπιλαβομένοισι , τρόποισι τοιούτοισι προεφυλάσσοντο οἱ Πέρσαι , αὐτοὶ δὲ συνεφόρησαν τὰ γέρρα ἕρκος εἶναι σφίσι .
9.100 ὡς δὲ ἄρα παρεσκευάδατο τοῖσι Ἕλλησι , προσήισαν πρὸς τοὺς βαρβάρους · ἰοῦσι δέ σφι φήμη τε ἐσέπτατο ἐς τὸ στρατόπεδον πᾶν καὶ κηρυκήιον ἐφάνη ἐπὶ τῆς κυματωγῆς κείμενον · δὲ φήμη διῆλθέ σφι ὧδε , ὡς οἱ Ἕλληνες τὴν Μαρδονίου στρατιὴν νικῷεν ἐν Βοιωτοῖσι μαχόμενοι . δῆλα δὴ πολλοῖσι τεκμηρίοισι ἐστὶ τὰ θεῖα τῶν πρηγμάτων , εἰ καὶ τότε , τῆς αὐτῆς ἡμέρης συμπιπτούσης τοῦ τε ἐν Πλαταιῇσι καὶ τοῦ ἐν Μυκάλῃ μέλλοντος ἔσεσθαι τρώματος , φήμη τοῖσι Ἕλλησι τοῖσι ταύτῃ ἐσαπίκετο , ὥστε θαρσῆσαί τε τὴν στρατιὴν πολλῷ μᾶλλον καὶ ἐθέλειν προθυμότερον κινδυνεύειν .
9.101 καὶ τόδε ἕτερον συνέπεσε γενόμενον , Δήμητρος τεμένεα Ἐλευσινίης παρὰ ἀμφοτέρας τὰς συμβολὰς εἶναι · καὶ γὰρ δὴ ἐν τῇ Πλαταιίδι παρ’ αὐτὸ τὸ Δημήτριον ἐγίνετο , ὡς καὶ πρότερόν μοι εἴρηται , μάχη , καὶ ἐν Μυκάλῃ ἔμελλε ὡσαύτως ἔσεσθαι .