9.98 παρασκευασάμενοι ὦν ἐς ναυμαχίην καὶ ἀποβάθρας καὶ ἄλλα ὅσων ἔδεε , ἔπλεον ἐπὶ τῆς Μυκάλης . ἐπεὶ δὲ ἀγχοῦ τε ἐγίνοντο τοῦ στρατοπέδου καὶ οὐδεὶς ἐφαίνετό σφι ἐπαναγόμενος , ἀλλ’ ὥρων νέας ἀνελκυσμένας ἔσω τοῦ τείχεος , πολλὸν δὲ πεζὸν παρακεκριμένον παρὰ τὸν αἰγιαλόν , ἐνθαῦτα πρῶτον μὲν ἐν τῇ νηὶ παραπλέων , ἐγχρίμψας τῷ αἰγιαλῷ τὰ μάλιστα , Λευτυχίδης ὑπὸ κήρυκος προηγόρευε τοῖσι Ἴωσι λέγων ʹ ἄνδρες Ἴωνες , οἳ ὑμέων τυγχάνουσι ἐπακούοντες , μάθετε τὰ λέγω · πάντως γὰρ οὐδὲν συνήσουσι Πέρσαι τῶν ἐγὼ ὑμῖν ἐντέλλομαι . ἐπεὰν συμμίσγωμεν , μεμνῆσθαι τινὰ χρὴ ἐλευθερίης μὲν πάντων πρῶτον , μετὰ δὲ τοῦ συνθήματος Ἥβης . καὶ τάδε ἴστω καὶ μὴ ἀκούσας ὑμέων πρὸς τοῦ ἀκούσαντος . ʹ ὡυτὸς δὲ οὗτος ἐὼν τυγχάνει νόος τοῦ πρήγματος καὶ Θεμιστοκλέος ἐπ’ Ἀρτεμισίῳ · γὰρ δὴ λαθόντα τὰ ῥήματα τοὺς βαρβάρους ἔμελλε τοὺς Ἴωνας πείσειν , ἔπειτα ἀνενειχθέντα ἐς τοὺς βαρβάρους ποιήσειν ἀπίστους τοῖσι Ἕλλησι .
9.99 Λευτυχίδεω δὲ ταῦτα ὑποθεμένου δεύτερα δὴ τάδε ἐποίευν οἱ Ἕλληνες · προσσχόντες τὰς νέας ἀπέβησαν ἐς τὸν αἰγιαλόν . καὶ οὗτοι μὲν ἐτάσσοντο , οἱ δὲ Πέρσαι ὡς εἶδον τοὺς Ἕλληνας παρασκευαζομένους ἐς μάχην καὶ τοῖσι Ἴωσι παραινέσαντας , τοῦτο μὲν ὑπονοήσαντες τοὺς Σαμίους τὰ Ἑλλήνων φρονέειν ἀπαιρέονται τὰ ὅπλα .