9.96 οὐ γὰρ ὦν ἐδόκεον ὅμοιοι εἶναι . ἐς δὲ τὴν ἤπειρον ἀπέπλεον , ὅκως ἔωσι ὑπὸ τὸν πεζὸν στρατὸν τὸν σφέτερον ἐόντα ἐν τῇ Μυκάλῃ , ὃς κελεύσαντος Ξέρξεω καταλελειμμένος τοῦ ἄλλου στρατοῦ Ἰωνίην ἐφύλασσε · τοῦ πλῆθος μὲν ἦν ἓξ μυριάδες , ἐστρατήγεε δὲ αὐτοῦ Τιγράνης κάλλεϊ καὶ μεγάθεϊ ὑπερφέρων Περσέων . ὑπὸ τοῦτον μὲν δὴ τὸν στρατὸν ἐβουλεύσαντο καταφυγόντες οἱ τοῦ ναυτικοῦ στρατηγοὶ ἀνειρύσαι τὰς νέας καὶ περιβαλέσθαι ἕρκος ἔρυμά τε τῶν νεῶν καὶ σφέων αὐτῶν κρησφύγετον .
9.97 ταῦτα βουλευσάμενοι ἀνήγοντο . ἀπικόμενοι δὲ παρὰ τὸ τῶν Ποτνιέων ἱρὸν τῆς Μυκάλης ἐς Γαίσωνά τε καὶ Σκολοπόεντα , τῇ Δήμητρος Ἐλευσινίης ἱρόν , τὸ Φίλιστος Πασικλέος ἱδρύσατο Νείλεῳ τῷ Κόδρου ἐπισπόμενος ἐπὶ Μιλήτου κτιστύν , ἐνθαῦτα τὰς τε νέας ἀνείρυσαν καὶ περιεβάλοντο ἕρκος καὶ λίθων καὶ ξύλων , δένδρεα ἐκκόψαντες ἥμερα , καὶ σκόλοπας περὶ τὸ ἕρκος κατέπηξαν , καὶ παρεσκευάδατο ὡς πολιορκησόμενοι καὶ ὡς νικήσοντες , ἐπ’ ἀμφότερα ἐπιλεγόμενοι γὰρ παρεσκευάζοντο ,
9.98 οἱ δὲ Ἕλληνες ὡς ἐπύθοντο οἰχωκότας τοὺς βαρβάρους ἐς τὴν ἤπειρον , ἤχθοντο ὡς ἐκπεφευγότων ἀπορίῃ τε εἴχοντο τι ποιέωσι , εἴτε ἀπαλλάσσωνται ὀπίσω εἴτε καταπλέωσι ἐπ’ Ἑλλησπόντου . τέλος δὲ ἔδοξε τούτων μὲν μηδέτερα ποιέειν , ἐπιπλέειν δὲ ἐπὶ τὴν ἤπειρον .