9.94 δὲ οὐκ ἀκηκοὼς τὸ θεοπρόπιον εἵλετο εἴπας εἴ τις οἱ δοίη ἀγρούς , τῶν ἀστῶν ὀνομάσας τοῖσι ἠπίστατο εἶναι καλλίστους δύο κλήρους τῶν ἐν τῇ Ἀπολλωνίῃ , καὶ οἴκησιν πρὸς τούτοισι τὴν ᾔδεε καλλίστην ἐοῦσαν τῶν ἐν πόλι · τούτων δὲ ἔφη ἐπήβολος γενόμενος τοῦ λοιποῦ ἀμήνιτος εἶναι , καὶ δίκην οἱ ταύτην ἀποχρᾶν γενομένην . καὶ μὲν ταῦτα ἔλεγε , οἳ δὲ πάρεδροι εἶπαν ὑπολαβόντες ʹ Εὐήνιε , ταύτην δίκην Ἀπολλωνιῆται τῆς ἐκτυφλώσιος ἐκτίνουσί τοι κατὰ θεοπρόπια τὰ γενόμενα . ʹ μὲν δὴ πρὸς ταῦτα δεινὰ ἐποίεε , τὸ ἐνθεῦτεν πυθόμενος τὸν πάντα λόγον , ὡς ἐξαπατηθείς · οἳ δὲ πριάμενοι παρὰ τῶν ἐκτημένων διδοῦσί οἱ τὰ εἵλετο . καὶ μετὰ ταῦτα αὐτίκα ἔμφυτον μαντικὴν εἶχε , ὥστε καὶ ὀνομαστὸς γενέσθαι .
9.95 τούτου δὴ Δηίφονος ἐὼν παῖς τοῦ Εὐηνίου ἀγόντων Κορινθίων ἐμαντεύετο τῇ στρατιῇ . ἤδη δὲ καὶ τόδε ἤκουσα , ὡς Δηίφονος ἐπιβατεύων τοῦ Εὐηνίου οὐνόματος ἐξελάμβανε ἐπὶ τὴν Ἑλλάδα ἔργα , οὐκ ἐὼν Εὐηνίου παῖς .
9.96 τοῖσι δὲ Ἕλλησι ὡς ἐκαλλιέρησε , ἀνῆγον τὰς νέας ἐκ τῆς Δήλου πρὸς τὴν Σάμον . ἐπεὶ δὲ ἐγένοντο τῆς Σαμίης πρὸς Καλαμίσοισι , οἳ μὲν αὐτοῦ ὁρμισάμενοι κατὰ τὸ Ἥραιον τὸ ταύτῃ παρεσκευάζοντο ἐς ναυμαχίην , οἳ δὲ Πέρσαι πυθόμενοι σφέας προσπλέειν ἀνῆγον καὶ αὐτοὶ πρὸς τὴν ἤπειρον τὰς νέας τὰς ἄλλας , τὰς δὲ Φοινίκων ἀπῆκαν ἀποπλέειν . βουλευομένοισι γάρ σφι ἐδόκεε ναυμαχίην μὴ ποιέεσθαι ·