9.93 ἔνθα δὴ τότε Εὐήνιος οὗτος ἀραιρημένος ἐφύλασσε . καὶ κοτὲ αὐτοῦ κατακοιμήσαντος φυλακὴν παρελθόντες λύκοι ἐς τὸ ἄντρον διέφθειραν τῶν προβάτων ὡς ἑξήκοντα . δὲ ὡς ἐπήισε , εἶχε σιγῇ καὶ ἔφραζε οὐδενί , ἐν νόῳ ἔχων ἀντικαταστήσειν ἄλλα πριάμενος . καὶ οὐ γὰρ ἔλαθε τοὺς Ἀπολλωνιήτας ταῦτα γενόμενα , ἀλλ’ ὡς ἐπύθοντο , ὑπαγαγόντες μιν ὑπὸ δικαστήριον κατέκριναν , ὡς τὴν φυλακὴν κατακοιμήσαντα , τῆς ὄψιος στερηθῆναι . ἐπείτε δὲ τὸν Εὐήνιον ἐξετύφλωσαν , αὐτίκα μετὰ ταῦτα οὔτε πρόβατά σφι ἔτικτε οὔτε γῆ ἔφερε ὁμοίως καρπόν . πρόφαντα δέ σφι ἔν τε Δωδώνῃ καὶ ἐν Δελφοῖσι ἐγίνετο , ἐπείτε ἐπειρώτων τοὺς προφήτας τὸ αἴτιον τοῦ παρεόντος κακοῦ , οἳ δὲ αὐτοῖσι ἔφραζον ὅτι ἀδίκως τὸν φύλακον τῶν ἱρῶν προβάτων Εὐήνιον τῆς ὄψιος ἐστέρησαν · αὐτοὶ γὰρ ἐπορμῆσαι τοὺς λύκους , οὐ πρότερόν τε παύσεσθαι τιμωρέοντες ἐκείνῳ πρὶν δίκας δῶσι τῶν ἐποίησαν ταύτας τὰς ἂν αὐτὸς ἕληται καὶ δικαιοῖ · τούτων δὲ τελεομένων αὐτοὶ δώσειν Εὐηνίῳ δόσιν τοιαύτην τὴν πολλούς μιν μακαριεῖν ἀνθρώπων ἔχοντα .
9.94 τὰ μὲν χρηστήρια ταῦτά σφι ἐχρήσθη , οἱ δὲ Ἀπολλωνιῆται ἀπόρρητα ποιησάμενοι προέθεσαν τῶν ἀστῶν ἀνδράσι διαπρῆξαι . οἳ δέ σφι διέπρηξαν ὧδε · κατημένου Εὐηνίου ἐν θώκῳ ἐλθόντες οἱ παρίζοντο καὶ λόγους ἄλλους ἐποιεῦντο , ἐς κατέβαινον συλλυπεύμενοι τῷ πάθεϊ · ταύτῃ δὲ ὑπάγοντες εἰρώτων τίνα δίκην ἂν ἕλοιτο , εἰ ἐθέλοιεν Ἀπολλωνιῆται δίκας ὑποστῆναι δώσειν τῶν ἐποίησαν .