9.91 ὡς δὲ πολλὸς ἦν λισσόμενος ξεῖνος Σάμιος , εἴρετο Λευτυχίδης , εἴτε κληδόνος εἵνεκεν θέλων πυθέσθαι εἴτε καὶ κατὰ συντυχίην θεοῦ ποιεῦντος , ʹ ξεῖνε Σάμιε , τί τοι τὸ οὔνομα ; ʹ δὲ εἶπε ʹ Ἡγησίστρατος . ʹ δὲ ὑπαρπάσας τὸν ἐπίλοιπον λόγον , εἴ τινα ὅρμητο λέγειν Ἡγησίστρατος , εἶπε ʹ δέκομαι τὸν οἰωνὸν τὸν Ἡγησιστράτου , ξεῖνε Σάμιε . σὺ δὲ ἡμῖν ποίεε ὅκως αὐτός τε δοὺς πίστιν ἀποπλεύσεαι καὶ οἱ σὺν σοὶ ἐόντες οἵδε , μὲν Σαμίους ἡμῖν προθύμους ἔσεσθαι συμμάχους . ʹ
9.92 ταῦτά τε ἅμα ἠγόρευε καὶ τὸ ἔργον προσῆγε . αὐτίκα γὰρ οἱ Σάμιοι πίστιν τε καὶ ὅρκια ἐποιεῦντο συμμαχίης πέρι πρὸς τοὺς Ἕλληνας . ταῦτα δὲ ποιήσαντες οἳ μὲν ἀπέπλεον · μετὰ σφέων γὰρ ἐκέλευε πλέειν τὸν Ἡγησίστρατον , οἰωνὸν τὸ οὔνομα ποιεύμενος .
9.93 οἱ δὲ Ἕλληνες ἐπισχόντες ταύτην τὴν ἡμέρην τῇ ὑστεραίῃ ἐκαλλιερέοντο , μαντευομένου σφι Δηιφόνου τοῦ Εὐηνίου ἀνδρὸς Ἀπολλωνιήτεω , Ἀπολλωνίης δὲ τῆς ἐν τῷ Ἰονίῳ κόλπῳ . τούτου τὸν πατέρα Εὐήνιον κατέλαβε πρῆγμα τοιόνδε . ἔστι ἐν τῇ Ἀπολλωνίῃ ταύτῃ ἱρὰ ἡλίου πρόβατα , τὰ τὰς μὲν ἡμέρας βόσκεται παρὰ Χῶνα ποταμόν , ὃς ἐκ Λάκμονος ὄρεος ῥέει διὰ τῆς Ἀπολλωνίης χώρης ἐς θάλασσαν παρ’ Ὤρικον λιμένα , τὰς δὲ νύκτας ἀραιρημένοι ἄνδρες οἱ πλούτῳ τε καὶ γένεϊ δοκιμώτατοι τῶν ἀστῶν , οὗτοι φυλάσσουσι ἐνιαυτὸν ἕκαστος · περὶ πολλοῦ γὰρ δὴ ποιεῦνται Ἀπολλωνιῆται τὰ πρόβατα ταῦτα ἐκ θεοπροπίου τινός · ἐν δὲ ἄντρῳ αὐλίζονται ἀπὸ τῆς πόλιος ἑκάς .