9.89 ταῦτα δὲ εἴπας ἀπήλαυνε σπουδῇ τὴν στρατιὴν διὰ Θεσσαλίης τε καὶ Μακεδονίης ἰθὺ τῆς Θρηίκης , ὡς ἀληθέως ἐπειγόμενος , καὶ τὴν μεσόγαιαν τάμνων τῆς ὁδοῦ . καὶ ἀπικνέεται ἐς Βυζάντιον , καταλιπὼν τοῦ στρατοῦ τοῦ ἑωυτοῦ συχνοὺς ὑπὸ Θρηίκων κατακοπέντας κατ’ ὁδὸν καὶ λιμῷ συστάντας καὶ καμάτῳ · ἐκ Βυζαντίου δὲ διέβη πλοίοισι . οὗτος μὲν οὕτω ἀπενόστησε ἐς τὴν Ἀσίην .
9.90 τῆς δὲ αὐτῆς ἡμέρης τῆς περ ἐν Πλαταιῇσι τὸ τρῶμα ἐγένετο , συνεκύρησε γενέσθαι καὶ ἐν Μυκάλῃ τῆς Ἰωνίης . ἐπεὶ γὰρ δὴ ἐν τῇ Δήλῳ κατέατο οἱ Ἕλληνες οἱ ἐν τῇσι νηυσὶ ἅμα Λευτυχίδῃ τῷ Λακεδαιμονίῳ ἀπικόμενοι , ἦλθόν σφι ἄγγελοι ἀπὸ Σάμου Λάμπων τε Θρασυκλέος καὶ Ἀθηναγόρης Ἀρχεστρατίδεω καὶ Ἡγησίστρατος Ἀρισταγόρεω , πεμφθέντες ὑπὸ Σαμίων λάθρῃ τῶν τε Περσέων καὶ τοῦ τυράννου Θεομήστορος τοῦ Ἀνδροδάμαντος , τὸν κατέστησαν Σάμου τύραννον οἱ Πέρσαι . ἐπελθόντων δὲ σφέων ἐπὶ τοὺς στρατηγοὺς ἔλεγε Ἡγησίστρατος πολλὰ καὶ παντοῖα , ὡς ἢν μοῦνον ἴδωνται αὐτοὺς οἱ Ἴωνες ἀποστήσονται ἀπὸ Περσέων , καὶ ὡς οἱ βάρβαροι οὐκ ὑπομενέουσι · ἢν δὲ καὶ ἂρα ὑπομείνωσι , οὐκ ἑτέρην ἄγρην τοιαύτην εὑρεῖν ἂν αὐτούς · θεούς τε κοινοὺς ἀνακαλέων προέτραπε αὐτοὺς ῥύσασθαι ἄνδρας Ἕλληνας ἐκ δουλοσύνης καὶ ἀπαμῦναι τὸν βάρβαρον · εὐπετές τε αὐτοῖσι ἔφη ταῦτα γίνεσθαι · τάς τε γὰρ νέας αὐτῶν κακῶς πλέειν καὶ οὐκ ἀξιομάχους κείνοισι εἶναι . αὐτοί τε , εἴ τι ὑποπτεύουσι μὴ δόλῳ αὐτοὺς προάγοιεν , ἕτοιμοι εἶναι ἐν τῇσι νηυσὶ τῇσι ἐκείνων ἀγόμενοι ὅμηροι εἶναι .