9.88 ὡς δὲ ὡμολόγησαν ἐπὶ τούτοισι , Ἀτταγῖνος μὲν ἐκδιδρήσκει ἐκ τοῦ ἄστεος , παῖδας δὲ αὐτοῦ ἀπαχθέντας Παυσανίης ἀπέλυσε τῆς αἰτίης , φὰς τοῦ μηδισμοῦ παῖδας οὐδὲν εἶναι μεταιτίους . τοὺς δὲ ἄλλους ἄνδρας τοὺς ἐξέδοσαν οἱ Θηβαῖοι , οἳ μὲν ἐδόκεον ἀντιλογίης τε κυρήσειν καὶ δὴ χρήμασι ἐπεποίθεσαν διωθέεσθαι · δὲ ὡς παρέλαβε , αὐτὰ ταῦτα ὑπονοέων τὴν στρατιὴν τὴν τῶν συμμάχων ἅπασαν ἀπῆκε καὶ ἐκείνους ἀγαγὼν ἐς Κόρινθον διέφθειρε . ταῦτα μὲν τὰ ἐν Πλαταιῇσι καὶ Θήβῃσι γενόμενα .
9.89 Ἀρτάβαζος δὲ Φαρνάκεος φεύγων ἐκ Πλαταιέων καὶ δὴ πρόσω ἐγίνετο . ἀπικόμενον δὲ μιν οἱ Θεσσαλοὶ παρὰ σφέας ἐπί τε ξείνια ἐκάλεον καὶ ἀνειρώτων περὶ τῆς στρατιῆς τῆς ἄλλης , οὐδὲν ἐπιστάμενοι τῶν ἐν Πλαταιῇσι γενομένων . δὲ Ἀρτάβαζος γνοὺς ὅτι εἰ ἐθέλει σφι πᾶσαν τὴν ἀληθείην τῶν ἀγώνων εἰπεῖν , αὐτός τε κινδυνεύσει ἀπολέσθαι καὶ μετ’ αὐτοῦ στρατός · ἐπιθήσεσθαι γάρ οἱ πάντα τινὰ οἴετο πυνθανόμενον τὰ γεγονότα . ταῦτα ἐκλογιζόμενος οὔτε πρὸς τοὺς Φωκέας ἐξηγόρευε οὐδὲν πρός τε τοὺς Θεσσαλοὺς ἔλεγε τάδε . ʹ ἐγὼ μὲν ἄνδρες Θεσσαλοί , ὡς ὁρᾶτε , ἐπείγομαί τε κατὰ τάχος ἐλῶν ἐς Θρηίκην καὶ σπουδὴν ἔχω , πεμφθεὶς κατά τι πρῆγμα ἐκ τοῦ στρατοπέδου μετὰ τῶνδε · αὐτὸς δὲ ὑμῖν Μαρδόνιος καὶ στρατὸς αὐτοῦ , οὗτος κατὰ πόδας ἐμεῦ ἐλαύνων προσδόκιμος ἐστί . τοῦτον καὶ ξεινίζετε καὶ εὖ ποιεῦντες φαίνεσθε · οὐ γὰρ ὑμῖν ἐς χρόνον ταῦτα ποιεῦσι μεταμελήσει . ʹ